# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 521-522

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 521 to 522. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/521

ψάλιον καὶ ψέλιον διαφέρει. ψάλιον μὲν τὸ τοῦ ἵππου, ψέλιον δὲ τὸ ἄκροις βραχίοσι περιτιθέμενον κόσμιον. οἱ Δωριεῖς ψίλιον καλοῦσι τὸ ἄκρον, ὅθεν καὶ ἡμεῖς τὴν ἐπʼ ἄκρων χειλέων λεγομένην προσῳδίαν ‘ψιλὴν’ ἐκαλέσαμεν, ὥς φησι Τρύφων (fr. 108 Vels.). Ψάμαθος καὶ ἄμαθος διαφέρει. ψάμαθον μὲν γὰρ εἶναι τὴν παραθαλασσίαν ἄμμον· ‘ἐπὶ μαμάθοις ἁλίῃσιν’ (γ 38)· ἄμαθον δὲ τὴν κόνιν ‘τύχε γὰρ ἀμάθοιο βαθείης’ (E 587).

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
