# περὶ ὁμοίων καὶ διαφόρων λέξεων 81-91

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, 81 to 91. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/81

ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει. προπαροξυτόνως μὲν γὰρ τὸ φυτόν· ὀξυτόνως δʼ ὁ τόπος ‘κατ’ ἀσφοδελὸν λειμῶναʼ (λ 539. 573 ω 13). ἀστεῖος καὶ ἀστικὸς διαφέρει. ἀστεῖος μὲν γὰρ ὁ πιθανός καὶ χαρίεις ἢ καθόλου ἐπιδέξιος ἐν πολιτικῇ ὁμιλίᾳ· ἀστικὸς δὲ ὁ ἐν ἄστει διατρίβων. ἄστρον καὶ ἀστὴρ διαφέρει. ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, οἷον ὁ Ὠρίων, ἡ Ἄρκτος. ἀστὴρ δὲ ὁ εἷς. ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει. τὸ μὲν γὰρ παροξύτονον σημαίνει τὸ χωρὶς τέχνης καὶ ἀμαθῶς· τὸ δὲ περισπώμένον τίθεται ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως καὶ καθάπαξ καὶ καθόλου, ἄντικρυς. ἀτιμοῦται καὶ ἀτιμάζεται διαφέρει. ἀτιμοῦται μὲν γάρ τις ὑπὸ τῶν νόμων ὁλοσχερεῖ ἀτιμίᾳ, ἀτιμιάζεται δὲ ὁ ὑβριζόμενος ἔν τινι πράγματι. ἄττα ψιλούμενον καὶ δασυνόμενον διαφέρει. ψιλούμενον | μὲν γὰρ σημαίνει τὸ ‘τινάʼ, δασυνόμενον δὲ τὸ ‘ἅτιναʼ. ἀτελές καὶ ἀτέλεστον διαφέρει. ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδύνατον τελεσθῆναι. οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν. αὐχὴν καὶ δέρη διαφέρει. αὐχὴν μὲν γὰρ λέγεται τὸ ὄπιαθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθʼὅ ἐστιν ἡ φάρυγξ. αὖθις καὶ αὖθι χωρὶς τοῦ σ διαφέρει. τὸ μὲν αὖθις ἐστὶ τὸ πάλιν ἢ μετὰ ταῦτα, τὸ δʼ αὖθι τὸ αὐτόθι. κακῶς οὖν Καλλίμαχός φησι (fr. 1, 35 Pf.) ‘αὖθι τὸ δʼ ἐκδύοιμι ⌞, το μοι βάρος⌟’ ἀντὶ τοῦ μετὰ ταῦτα. αὖτις διὰ μὲν τοῦ τ σημαίνει τὸ πάλιν, διὰ δὲ τοῦ θ τὸ ὕστερον. ἄχρι χωρὶς τοῦ σ χρονικὸν ἐπίρρημα, ἄχρις δὲ μετὰ τοῦ σ ἀντὶ τοῦ ἀκριβῶς. Ὅμηρος (Δ 522)· ‘ἄχρις ἀπηλοίησεν’, οἷον ‘ἀκριβῶς ἀπέκοψεν’.

---

Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/.
