Ancient Greek · ~4 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.10-2
Not analysed yet
Ἤ ἐν ὑποκειμέναις αὐταῖς ἐστι. Καλὸν καὶ ἐνταῦθα τὸ ἐστί· τὰ γὰρ συμβεβηκότα ἐν τῖς μερικαῖς οὐσίαις τὸ εἶναι ἔχουσιν. ἐγκώμιον οὖν βούλεται εἰπεῖν τῆς πρώτης οὐσίας· ἐπειδὴ γὰρ εἰς τρία τὰ πράγματα διαιρεῖται, εἰς καθόλου οὐσίας εἰς μερικὰς εἰς συμβεβηκότα, δέεται, φησίν, ἑκάτερα τῶν πρώτων οὐσιῶν τὰ μὲν ἵνα ὑποστῇ ἐν ταύταις γὰρ τὰ συμβεβηκότα τὸ εἶναι ἔχει), τὰ δ’ ἵνα κατηγορηθῇ (κατὰ τίνος γὰρ τὰ καθόλου κατηγορεῖται ἢ κατὰ μερικῶν;) ,καὶ ἀναιρεθεισῶν τῶν πρώτων οὐσιῶν ἀναιρεῖται καὶ τὰ συμ- βεβηκότα μὴ ἔχοντα ἔν τινι ὑποστῆναι, ὡσαύτως δὲ καὶ τὰ καθόλου μὴ ἔχοντα κατά τινος ὑποκειμένου ῥηθῆναι. καθόλου δὲ λέγεται οὐ τὰ πρὸ τῶν πολλῶν, ἀλλὰ τὰ ἐν τοῖς πολλοῖς. τούτου χάριν πρόσκειται τοῦτο διὰ τὸ ἐν τῇ εἰσαγωγῇ Πορφυρίου εἰρημένον, ὅτι ἐνδέχεται τῶν εἰδῶν πάντων καθ’ ὑπόθεσιν ἀνῃρημένων τὸ γένος εἶναι· ἐκεῖ οὖν διελέγετο περὶ τῶν νοητῶν γενῶν καὶ εἰδῶν τῶν πρὸ τῶν πολλῶν, ἐνταῦθα δὲ περὶ τῶν αἰσθητῶν γενῶν καὶ εἰδῶν διαλέγεται, τοῦτ’ ἔστι περὶ τῶν ἐν τοῖς πολλοῖς.