Ancient Greek · ~2 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.10-3
Not analysed yet
Τὰ γὰρ τοῦ ἐπιπέδου μόρια. ῾Ο μὲν γεωμέτρης ἐπίπεδον καλεῖ τὴν ἀποτεταμένην ἐπιφάνειαν, οἱ δὲ παλαιοὶ τὸ ἐπίπεδον ἐπὶ πάσης ἐπιφανείας ἔλεγον. ὁ δὲ κοινὸς ὅρος τῆς ἐπιφανείας, πρὸς ὃν τὰ μόρια αὐτῆς συνάπτουσι πρὸς ἄλληλα, ἐστὶν ἡ γραμμή. λέγεται δὲ καὶ τὸ σῶμα ποσὸν κατὰ τὰς τρεῖς δοαστασεις καὶ μόνον ἐπεὶ καθὸ ὑποκείμενόν ἐστι τοῖς συμβεβηκόσι καὶ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὂν δεκτικὸν τῶν ἐναντίων, τῇ οὐσίᾳ ὑποτάσσεται. συνῆπται δὲ τὸ ποσὸν τῇ· σωματικῇ οὐσίᾳ, διὸ καὶ εὐλόγως περὶ τούτου μετὰ τὴν οὐσίαν λέγει.