Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.12-2
Not analysed yet
Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον. Νῦν σύγκρισιν ποιεῖται τῶν δευτέρων οὐσιῶν πρὸς ἀλλήλας, τοῦ τε εἴδους καὶ τοὐ γένους, καὶ ἀπὸ δύο ἐπιχειρημάτων δείκνυσι μᾶλλον οὐσίαν τὸ εἶδος· ἢ τὸ γένος· ἑνὸς μὲν ἀπὸ τῆς σχέσεως τῆς πρὸς τὴν πρώτην οὐσίαν, τοῦτ’ ἔστι τῆς ἐγγύτητος ἐγγύτερον γὰρ τὸ εἶδος τῆς πρώτης ἤγουν μερικῆς οὐσίας ἤπερ τὸ γένος), ἑτέρου δὲ ἀπὸ τῆς ἀναλογίας· ὡς γὰρ ἔχει ἡ πρώτη οὐσία πρὸς τὸ εἶδος, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος.