Ancient Greek · ~3 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.15-2
Not analysed yet
Ἔτι αἱ πρῶται οὐσίαι. |Καὶ τοῦτο ἐκ τοῦ δευτέρου ἐπιχειρήματος τοῦ ἐκ τῆς ἀναλογίας ἐστί· διὰ τοῦτο, φησίν, αἱ πρῶται οὐσίαι πρῶται λέγονται διὰ τὸ καὶ τοῖς συμ- βεβηκόσιν ὑποκεῖσθαι πρὸς ὕπαρξιν καὶ τοῖς καθόλου πρὸς κατηγορίαν· ὡς γὰρ ἔχουσιν αἱ πρῶται οὐσίαι πρὸς τὰ συμβεβηκότα καὶ τὰ καθόλου, οὕτως ἔχουσι τὰ εἴδη πρὸς τὰ γένη· ὑπόκειται γὰρ τὰ εἴδη τοῖς γένεσι πρὸς κατηγορίαν, οὐκέτι δὲ καὶ τὰ γένη τοῖς εἴδεσι· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται (λέγομεν γὰρ ῾πᾶς ἄνθρωπος ζῷον᾿, καὶ ὑπόκειται μὲν ἄνθρωπος, τοῦτ’ ἔστι τὸ εἶδος, κατηγορεῖται δὲ τὸ ζῷον, ἤγουν τὸ γένος), τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει· οὐκέτι γὰρ δυνάμεθα λέγειν ῾πᾶν ζῷον ἄνθρωπος᾿ ,ὡς λέγομεν ῾πᾶς πᾶς ἄνθρωπος ζῷον᾿ . ὥστε καὶ ἐκ τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία.