Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.18-4
Not analysed yet
Δοκεῖ δὲ τὰ πρός τι ἅμα. Ἕτερον παρακολούθημα τῶν πρός τί φησι τὸ ἅμα αὐτὰ τῇ φύσει εἶναι καὶ μηδέποτε δύνασθαι τοῦ ἑτέρου ὄντος τὸ ἕτερον μὴ εἶναι· ἅμα γὰρ τῷ εἰπεῖν δοῦλον ἀνάγκη τὸν δεσπότην ἐπινοεῖν, καὶ εἰ ἔστι διπλάσιον, ἀνάγκη καὶ ἥμισυ εἶναι καὶ τοὐναντίον. δῆλον δὲ ὡς ἐπὶ τῶν πλείστων εἶπεν, ἐπειδὴ ἐπί τινων ἄλλων μέλλει ἀπορεῖν.