Ancient Greek · ~6 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.19-3
Not analysed yet
Οἷον πολὺ τὸ λευκόν. Ἔργον ἐπιστήμονος μὴ μόνον τὰ ὑποβεβλημένα αὐτῷ πράγματα σκοπεῖν, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν εἶναι, κατὰ ἀλήθειαν δὲ οὐκ ὄντα διεξέρχεσθαι καὶ διελέγχειν. ἐπεὶ οὖν τὸ λευκὸν δοκεῖ ποσὸν εἶναι λέγομεν γὰρ πολὺ καὶ ὀλίγον λευκόν, ἅπερ ἐστὶ τοῦ ποσοῦ, ἀλλὰ καὶ τὴν πρᾶξιν λέγομεν μακράν), φησὶν ὅτι κυρίως οὐκ εἰσὶ ταῦτα ποσά, ἀλλὰ κατὰ συμβεβηκός· ἐπειδὴ γὰρ τὸ λευκὸν ἐν ἐπιφανείᾳ, ἐκείνης πολλῆς ἢ ὀλίγης οὕσης λέγομεν τὸ λευκὸν πολὺ ἢ ὀλίγον εἶναι. ὁμοίως δὲ καὶ ἐπὶ τῆς πράξεως οἷον πόλεμος μακρὸς λέγεται κατὰ συμβεβηκός· ἐπειδὴ γὰρ ὁ πόλεμος ἔν τινι χρόνῳ γέγονεν οἷον ἐν δέκα ἔτεσι, λέγομεν |<δὲ> τὸν χρόνον μακρὸν εἶναι, διὰ τοῦτο καὶ τὴν πρᾶξιν κατὰ συμβεβηκὸς μακρὰν εἷναι λέγομεν. καὶ ἡ κίνησις πολλὴ λέγεται τῷ τὸν χρόνον πολὺν εἶναι· ὁ χρόνος γὰρ μέτρον ἐστὶ κινήσεως· μῆνα γὰρ λέγομεν τὴν τῆς σηλήνης ἀποκατάστασιν, ἐνιαυτὸν δὲ τὴν τοὐ ἡλίου, νυχθήμερον δὲ τὴν τοῦ παντὸς οὐρανοῦ· ἐὰν γάρ τις ἐρωτηθῇ πόση τίς ἐστιν ἡ πρᾶξις, τὸν χρόνον ἀποκρίνεται, οἷον δεκαετής. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐπιφανείας· ὅση γὰρ ἄν ἡ ἐπιφάνεια ᾖ, τοσοῦτον καὶ τὸ λευκὸν φήσειεν εἶναι· ἐὰν γὰρ ἐρωτη θῶμεν πόσον ἐστὶ τὸ λευκόν, λέγομεν δίπηχυ, ὅση ἐστὶν ἡ ἐπιφάνεια ἡ ἔχουσα τὸ λευκόν. ὥστε οὐκ αὐτὸ τὸ λευκὸν λέγομεν πολὺ ἢ ὀλίγον εἶναι, ἀλλὰ τὴν ἐπιφάνειαν· δύναται γὰρ τὸ ἐν πηχυαίᾳ ἐπιφανείᾳ λευκὸν μᾶλλον εἶναι λευκὸν τοῦ ἐν διπήχει, καὶ τότε οὐ λέγομεν λευκὸν πλέον, ἀλλὰ λευκὸν λευκοῦ μᾶλλον.