Ancient Greek · ~4 min
Book 1, Περὶ κινήσεως.
Ammonius, In Aristotelis Categorias Commentarius 1.2-8
Not analysed yet
Εἰ γὰρ ἦν ἡ αὐτή, ἔδει τὸ ἀλλοιούμενον. Επὶ τῶν ἄλλων οὐδὲν κατασκευάσας ὡς προφανῶν περὶ τῆς ἀλοιώσεως τοῦτο ποιεῖ καί φησιν ὅτι εἰ ἡ αὐτὴ ἦν ἡ ἀλλοίωσις τῇ αὐξήσει, ἔδει τὸ αὐξανόμενον πάντως ἀλλοιοῦσθαι, ὅπερ οὐ γίνεται· τὸ γὰρ τετράγωνον γνώμονος αὐτῷ περιτεθέντος αὔξεται μὲν ἀλλοιοῦται δὲ οὐδαμῶς· μένει γὰρ πάλιν τὸ τετράγωνον. γνώμων δέ ἐστιν ἡ περὶ τὴν διάμετρον περι- φέρεια μετὰ τῶν δύο παραπληρωμάτων. ζ θ ε α δ ι β γ η τὸ ᾱ γ τετράγωνον περιτεθέντος τοῦ ᾱ ζ ε η γ γνώμονος ηὔξηται μὲν οὐκ ἠλλοίωται δέ· καὶ γὰρ τετράγωνον καὶ τὸ η ζ ἐστί. καὶ αὖθις τὸ δ τετράγωνον περιτεθέντος τοῦ θ ζ β η ι γνώμονος ηὔξηται καὶ οὐκ ἠλλοίωται· τετράγωνον γὰρ καὶ τὸ ε β ἐστίν. ἔστιν οὖν ὁ γνώμων τετράγωνον μετὰ τῶν περὶ τὴν διάμετρον αὐτοῦ δύο παραπληρωμάτων. Καὶ περὶ τῶν ὄντων τοσαῦτα εἰρήσθω· ὡς εὐχερῆ δὲ τὰ λοιπὰ παρήκαμεν·