# In Aristotelis Categorias Commentarius 1.21-2

Ammonius, In Aristotelis Categorias Commentarius, Book 1, Περὶ οὐσίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius/in-aristotelis-categorias-commentarius/1.21-2

Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν. Διελὼν τὴν οὐσίαν εἴς τε τὴν πρώτην καὶ τὴν δευτέραν καὶ παραβαλὼν αὐτὰς πρὸς ἀλλήλας, | νῦν εὐτάκτως ποιῶν τὸν ὁρισμὸν τῆς οὐσίας ἀποδοῦναι βούλεται. ἐπειδὴ δὲ ἡ οὐσία γένος ἐστὶ γενικώτατον, τῶν δὲ γενικωτάτων ὁρισμὸν οὐ δυνάμεθα ἀποδοῦναι διὰ τὸ τοὺς ὁρισμούς, ὡς ἴσμεν, ἐκ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι, τῆς οὐσίας το ἵδιον ἐπιζητεῖ· ἔοικε γάρ πως τοῦτο τῷ ὁρισμῷ· ὥσπερ γὰρ ὁ ὁρισμὸς μόνῳ καἴ παντὶ ὑπάρχει, οὗ ἐστιν ὁρισμός, καὶ πρὸς τὸ ὁριστὸν ἀντιστρέφει, οὕτω τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα. διὰ ταύτην οὖν τὴν αἰτίαν ἴδιον τῆς οὐσίας ἀποδοῦναι βούλεται· οὐ παραδίδωσι δὲ εὐθὺς τὰ ἀρέσκοντα αὐτῷ, ἀλλὰ πρῶτον τοῦτο λέγει τῆς οὐσίας ἴδιον τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ὃ πάσῃ μὲν ἁρμόζει, οὐ μόνῃ δέ, ἀλλὰ καὶ ταῖς διαφοραῖς. δεῖ δὲ τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχειν. διὰ δὲ τοῦ εἰπεῖν κοινὸν δὲ δοκεῖ ἐναντία ἑαυτῷ λέγειν· εἰ γὰρ ἴδιον βούλεται τῆς οὐσίας ἀποδοῦναι, πῶς φησι κοινόν; λέγομεν ὅτι δεῖ πάντως δύο τινὰ ὑπάρχειν τῷ ἰδίῳ, λέγω δὴ τὸ μόνῳ καὶ παντί· διὰ οὖν τοῦ εἰπεῖν κοινὸν ἐσήμανε τὸ πάσῃ. τὸ δὲ ἀποδοθὲν ἴδιον φανερὸν μέν ἐστι καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν, δῆλον δὲ ὅτι καὶ ταῖς δευτέραις ὑπάρχει ἐκ τούτου· τὸ γὰρ ζῷον καὶ ὁ ἄνθρωπος ἐν τῷ μερικῷ ἀνθρώπῳ πώς εἰσιν οὐχ ὡς ἐν ὑποκειμένῳ ἀλλ’ ὡς καθ’ ὑποκειμένου.

---

Ammonius, In Aristotelis Categorias Commentarius, ed. Adolf Busse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4016.tlg002.local001/.
