Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.21-4
Not analysed yet
‘Ως γὰρ ἐπὶ τὸ πολὺ προυπαρχόντων. Τὸ ὡς ἐπὶ πολὺ αὐτὸς ἐξηγήσατο εἰπὼν ἐπ’ ὀλίγων γὰρ ἢ ἐπ’ οὐδενὸς ἴδοι τις ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινοκαὶ μένην. ταῦτα δὴ εἶπε διὰ ἰὰ ἀπό τινος τέχνης καὶ ἐπινοίας εὑρισκόμενα· οἷον ὡς εἴ τις ἐπιτηδεύσει ἄλλον χαρακτῆρα γραμμάτων παρὰ τὸν κοινόν· τότε γὰρ οὐ προυπάρχει τὸ ἐπιστητόν, ἀλλ’ ἅμα τῷ ἐκ τῆς ἐπινοίας προτότε ἔχει τὴν ἐπιστήμην.