# In Aristotelis Categorias Commentarius 1.22-6

Ammonius, In Aristotelis Categorias Commentarius, Book 1, Περὶ τῶν ἀντικειμένων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius/in-aristotelis-categorias-commentarius/1.22-6

Οὐ μὴν ἀλλὰ μάλιστα. Ἔνστασίν τινα λύει καί φησιν ὅτι δόξειε μᾶλλον ἐπὶ τῶν ἐναντίων τῶν μὴ ἄνευ συμπλοκῆς λεγομένων τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος. οὐκ ἔχει δὲ οὕτω. τοῦτο δὲ λύει κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν, ὅτι πρῶτον μὲν οὐ πάντως διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ γάρ τις εἴποι ‘Σωκράτης ὑγιαίνει — Σωκράτης νοσεῖ ’, εἰ μὲν ὑπάρχει ὁ Σωκράτης, διαιροῦσιν, εἰ δ’ οὐχ ὑπάρχει, συμψεύδονται καὶ ἡ λέγουσα ὑγιαίνειν καὶ ἡ λέγουσα νοσεῖν τὸν μὴ ὄντα. εἰ δέ γε διαιροῦσι, τότε ὡς κατάφασις καὶ ἀπόφασις· τοῦτο γὰρ σημαίνει τὸ λεγόμενον· ἴσμεν γὰρ ὅτι κατάφασις καὶ ἀπόφασις τῶν ἀντικειμένων ἐν λόγοις οὕτως ἀντίκεινται. ὥστε οὐ πάντως διαιροῦσιν, ὅπερ ἴδιον καταφάσεως καὶ ἀποφάσεως.

---

Ammonius, In Aristotelis Categorias Commentarius, ed. Adolf Busse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4016.tlg002.local001/.
