Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.30-3
Not analysed yet
ἰ μὲν οὖν ἱκανῶς ὁ τῶν πρός τι. Φησὶν ὅτι κατὰ τὸν προαποδοθέντα τῶν πρός τι ὁρισμὸν ἀδύνατον λῦσαι τὸ ἄπορον ἢ τῶν πάνυ χαλεπῶν. τοῦτο δὲ εἶπε τὸ τῶν πάνυ |χαλεπῶ διὰ τὸ δύνασθαί τινα ἀπολογίαν ἔχειν· ἔφη γὰρ ὁ ὁρισμὸς ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται· ἡ οὖν κεφαλὴ οὐ καθὸ κεφαλὴ τῶν πρός τί ἐστιν, ἀλλὰ καθὸ μέρος· τὸ γὰρ μέρος τοῦ ὅλου λέγεται μέρος.