# In Aristotelis Categorias Commentarius 1.4-3

Ammonius, In Aristotelis Categorias Commentarius, Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius/in-aristotelis-categorias-commentarius/1.4-3

Ὑγιεινοὶ δὲ λέγοντι τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν. Ἰστέον ὅτι λέγεται δύναμις ἢ τῷ πεφυκέναι ποιεῖν, καθάπερ λέγολέγομεν πύκτην τὸν δυνάμενον πλήττειν, ἢ τῷ πεφυκέναι μὴ πάσχειν, καθάπερ λέγομεν τὸν ὑγιαίνοντα δύναμιν ἔχειν τοῦ μὴ πάσχειν καὶ πάλιν τὸν νοσοῦντα λέγομεν δύναμιν ἔχειν τοῦ πάσχειν. εἰ δέ τις εἴποι τὴν ἀδυναμίαν μὴ εἶναι ποιότητα, ἐλέγχομεν τοῦτον ἐκ τοῦ ἀντικειμένου αὐτῇ· τὴν γὰρ δύναμιν οὐδείς ἐστιν οὕτως ἠλίθιος, ὅς φησι μὴ εἶναι ποιότητα· ἀ-ι οῸέδεικται δὲ ὅτι ὡς ἂν ἔχῃ τὸ ἕτερον τῶν ἐναντίων, οὕτως ἔχει καὶ τὸ ἕτερον· καὶ γὰρ ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται. λέγεται τοίνυν καὶ ἡ ἀδυναμία τριχῶς· λέγεται γὰρ ἀδυναμία 〈ἐπὶ〉 τοῦ μὴ πεφυκότος ποιεῖν, ὥσπερ τὸν νοσοῦντα λέγομεν ἀδυναμίαν ἔχειν τοῦ ποιεῖν. λέγεται δὲ καὶ ἐπὶ τοῦ μὴ πεφυκότος πάσχειν, ὥσπερ τὸν ὑγιαίνοντα λέγομεν ἀδυναμίαν ἔχειν τοῦ παθεῖν. λέγομεν δὲ πάλιν τὸν νοσοῦντα ἀδυναμίαν ἔχειν τοῦ μὴ παθεῖν, τοῦτ’ ἔστι τὴν τοῦ πάσχειν δύναμιν· ἡ γὰρ ἀπόφασις τοῦ μὴ παθεῖν δύναμιν εἰσάγει τοῦ παθεῖν καὶ τοὐναντίον ἡ ἀπόφασις τοῦ παθεῖν δύναμιν εἰσάγει τοῦ μὴ παθεῖν. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· λέγεται γὰρ δύναμις ἢ πρὸς τὸ καθόλου, ὡς ἐὰν λέγωμεν δύναμιν ἔχειν πάντα ἄνθρωπον γεωμετρεῖν, ἢ πρὸς τὸ ῥᾳδίως, ὡς ὅτι ὁ δεῖνα ἄνθρωπος δύναμιν ἔχει τοῦ γεωμετρεῖν ἀντὶ τοῦ ῥᾳδίως δύναται γεωμετρῆσαι. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀδυναμίας· λέγομεν γὰρ καὶ αὐτὴν ἢ πρὸς τὸ μὴ πεφυκὸς ὅλως γεωμετρεῖν οἷον τὸν κύνα, ἢ πρὸς τὸν δυσχερῶς γεωμετροῦντα οἷον τὸν νωθῆ. οἷον οἱ μὲν νοσώδεις δύναμιν ἔχουσι τοῦ πάσχειν τι ῥᾳδίως, ἀδυναμίαν δὲ τοὐ μὴ πάσχειν, οἱ δὲ ὑγιεινοὶ τὸ ἀνάπαλιν. |

---

Ammonius, In Aristotelis Categorias Commentarius, ed. Adolf Busse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4016.tlg002.local001/.
