Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.6-2
Not analysed yet
Οἷον ὁ τὶς ἄνθρωπος. |Παράδειγμα λαμβάνει τῆς πρώτης οὐσίας. ἐκ δὲ τοῦ παραδείγματος φανερὸν ὅτι ἡ πρώτη οὐσία περιέχεται ἐν τῇ δευτέρᾳ· ὁ γὰρ τὶς ἄνθρωπος ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους τούτου ἐστὶ τὸ ζῷον· ἐπειδὴ γὰρ τὸ μὲν ζῷον τὸν καθόλου ἄνθρωπον περιέχει, ὁ δὲ καθόλου ἄνθρωπος τὸν τινὰ ἄνθρωπον, ὁ δὲ τὶς ἄνθρωπος πρώτη οὐσί, ὁ ἄνθρωπος ἄρα ὁ καθόλου καὶ τὸ ζῷον δεύτεραι οὐσίαι λέγονται.