Ancient Greek · ~3 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.8-2
Not analysed yet
᾿Αναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόυον κατηγορεῖσθαι τοῦ ὑποκειμένου. Πόρισμά συνάγει ὁ Ἀριστοτέλης ἐνταῦθα τοιοῦτο· φησὶ γὰρ ῾ὅσα κατά τινος λέγεται ὡς καθ’ ὑποκειμένου, μεταδίδωσι τῷ ὑποκειμένῳ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ ὁ γὰρ Σωκράτης ἄνθρωπος λέγεται καὶ ζῶον λογικὸν θνητόν), ὅσα δὲ ἐν ὑποκειμένῳ ἐστί, τοῦ μὲν ὁρισμοῦ οὐδέ- ποτε μεταδίδωσι, τοῦ δὲ ὀνόματος ἐνίοτε· ἡ γὰρ λευκότης ἐν σώματί ἐστι καὶ τοῦ μὲν ὁρισμοῦ οὐ μεταδίδωσιν οὐ γὰρ ἂν εἴποιμεν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως) τοὐ δὲ ὀνόματος μεταδίδωσι· λέγομεν γὰρ λευκὸν σῶμα. ᾿ἰστέον δὲ ὅτι οὐκ ἀεί· ἰδοὺ γὰρ ἡ ἀρετὴ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ μεταδίδωσι τῷ ὑποκειμένῳ· οὐ γὰρ λέγεται ἀρεταῖος ὁ ἀρετῆς μετέχων ἀλλὰ σπουδαῖος.