# In Porphyrii Isagogen Sive Quinque Voces 120-126

Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces, 120 to 126. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius/in-porphyrii-isagogen-sive-quinque-voces/120

Τὸ δὲ ἴδιον ἐφ’ ἑνὸς εἴδους ἐστίν. Τὸ παντὶ καὶ ἀεὶ καὶ μόνῳ ὑπάρχον. Καὶ ἡ μὲν διαφορὰ ἀνεπίτατός ἐστιν. Οὐδὲν γὰρ λογικοῦ ἐστι μᾶλλον λογικὸν ἢ ἧττον, μέλαν δὲ μέλανος μᾶλλον καὶ ἧττον λέγοιμεν. εἰ δὲ λογικώτερον ἄλλο ἄλλου, μᾶλλον καὶ ἧττον λέγομεν, ἀλλ’ ἕτερόν τι σημαίνομεν διὰ τοῦ λογικοῦ ἐνταῦθα· οὐδὲ γὰρ τὴν λογικὴν οὐσίαν ζητοῦμεν, ἀλλὰ τὴν ἐν μαθήμασι λογικὴν ἕξιν, ἥτις ἐπιτηδειότης ἐστὶ ψυχῆς. Ἀμιγεῖς μὲν αἱ ἐναντίαι διαφοραί. Τὸ γὰρ λογικὸν καὶ ἄλογον οὐ συμπλέκεται, μέλαν δὲ καὶ λευκὸν κεραννύμενα ποιεῖ τὸ φαιόν. Τὸ δὲ γελαστικὸν κατὰ τὸ πεφυκέναι γελᾶν λέγεται. Καὶ τὸ μὲν εἶδος δύναται ἄλλων γένος εἶναι. Οἷον τὸ ζῷον εἶδος τοῦ ἐμψύχου, γένος δέ ἐστιν ἀνθρώπου καὶ ἵππου. Καὶ τὸ μὲν εἶδος προϋφέστηκε τοῦ ἰδίου. Πρότερον γὰρ δεῖ εἶναι τὸν ἄνθρωπον, εἶθ’ οὕτως γελαστικόν. Καὶ τὸ ἑκάστην οὐσίαν ἑνὸς μὲν εἴδους μετέχειν, συμβεβηκότων δὲ πλειόνων. Οἷον Σωκράτης ἑνὸς μὲν εἴδους μετέχει τοῦ ἀνθρώπου, συμβεβηκότων δὲ πλειόνων, οἷον γρυπότητος, μελανίας, λευκότητος. Καὶ τοῦ μὲν εἴδους ἡ μετοχὴ ἐπίσης. Ὀμοίως γὰρ ἄνθρωπος ὁ Σωκράτης καὶ ὁ Πλάτων, οὐχ ὁμοῖως δὲ μέλανες ἤ λευκοί.

---

Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces, ed. Adolf Busse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4016.tlg001.local001/.
