# In Porphyrii Isagogen Sive Quinque Voces 2.1

Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces, ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius/in-porphyrii-isagogen-sive-quinque-voces/2.1

Ὅντος ἀναγκαίου, Κρυσαόριε, καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διδασκαλίαν τοῦ γνῶναι τί γένος καὶ τί διαφορά. ‘Ο γὰρ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις περὶ γενικωτάτων φωνῶν διαλέγεται καὶ διαφοραῖς αὐτὰς Χωρίζει ἰδίοις. εἰ οὖν ἐκεῖ περὶ γενῶν καὶ διαφορῶν καὶ ἰδίων ὁ Ἀριστοτέλης διαλέγεται, τὸ ἄρα γνῶναι τί ἐστι γένος καὶ τί διαφορὰ καὶ τί εἶδος καὶ τί ἴδιον εἰκότως χρήσιμον πρὸς εὐχερεστέραν ἐκείνων κατάληψιν. κέχρηται δὲ τῷ καὶ συνδέσμῳ συμπλεκτικῷ, ἐπειδὴ οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἐστὶ χρήσιμον, ἀλλὰ καὶ εἰς ἅπερ ὑποκατιὼν αὐτὸς λέγει. τινὲς δέ φασιν αὐτὸν εἰρηκέναι καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ὡς καὶ εἰς τὰς Ἀρχύχρησιμευούσης του τῆς τούτων τῶν πέντε φωνῶν γνώσεως· καὶ γὰρ καἰ κεῖνος ἔγραψε Κατηγορίας. ἄτοπον δὲ τοῦτο λέγειν αὐτοῦ τοῦ Πορφυρίου καὶ τὰ λοιπὰ διασαφήσαντος, εἰς ἅ ἐστιν ἥ τε τοῦ γένους καὶ ἡ τῆς διαφορᾶς καὶ ἡ τῶν λοιπῶν γνῶσις χρήσιμος. τὴν δὲ διαφορὰν προέταξε τοῦ εἴδους, ἐπειδὴ φυσικῶς προτερεύει τοῦ εἴδους. καὶ τοῦτο ἐν τῷ οἰκείῳ τόπῳ ἐπελθόντες δείξομεν. καὶ νῦν περὶ ὧν ὁ Πορφύριος προτίθεται τὴν διδασκαλίαν ποιεῖσθαι (περὶ γὰρ γένους, διαφοράς, εἴδους, ἰδίου καὶ συμβεβηκότος) ἐστὶν ἡ διδασκαλία. Ἄξιον δὲ ζητῆσαι ἐνταῦθα τί δήποτε οὕτως κατὰ τάξιν ἔθετο τὰς φωνὰς ὁ φιλόσοφος· οὐ γάρ ἀνάγκην εἶχε τοῦτο μάτην ποιῆσαι. ἀλλ’ εἰ βουλόμεθα τοῦτο γνῶναι, μικρὸν ἄνωθεν ἀρξώμεθα. εἰδέναι δεῖ ὅτι ἔστι τινὰ ἐν τοῖς πράγμασι καὶ μερικὰ καὶ καθολικά. ἐπειδὴ γὰρ ἔμελλον τὰ μερικὰ φθείρεσθαι καὶ οἷον ἀπόλλυσθαι, γενικώτερόν τι τούτων ἐπενόησεν ἡ φύσις περιλαμβάνον πάντα καὶ διασῶζον τὴν ἑκάστου μορφήν, καὶ τοῦτο γένος ἢ εἶδος καλεῖται. ἵνα δὲ μὴ ἀνεννόητοι αὐτῶν ὦμεν καὶ τῆς τάξεως τὴν αἰτίαν μάθωμεν, εἴπωμεν ὡς ἐν παραδείγυματι τί ἐστιν ἕκαστον. Σωκράτην μὲν οὖν καὶ Πλάτωνα καὶ Ἀλκιβιάδην καὶ τοὺς κατὰ μέρος καλοῦκαὶ σιν οἱ φιλόσοφοι μερικὰ καὶ ἄτομα, ὁμοίως δὲ καὶ Ξάνθον καὶ βαλίαν καὶ τόνδε τὸν ἵππον. τὰ δὲ τῶν κατὰ μέρος περιεκτικὰ προσεχῶς καλοῦσιν εἴδη, οἷον τὸν καθόλου ἄνθρωπον (περιέχει γὰρ τοὺς κατὰ μέρος ὁ καθόλου) καὶ τὰ ἄλλα ὁμοίως, τὰ δὲ τούτων πάλιν περιεκτικὰ καλοῦσι γένη οἷον τὸ ζῷον· περιέχει γὰρ ἵππον καὶ ἄνθρωπον. μέσαι δὲ τούτων αἱ διαφοραί εἰσιν. διαφορὰ δέ ἐστιν, ὡς αὐτὸς ὁ Πορφύριος προιὼν ἐρεῖ, ᾗ διενηνοχεν ἕτερον ετερου· κάτα ταύτην γὰρ ἡ διαφορὰ τῶν πραγμάτων διαφαίνεται, ἐπεὶ κατὰ γένος οὐδεμία γίνεται διαφορὰ ἔκδηλος· οἷον τὸ ζῷον γένος ὑπάρχει, καθ’ ὃ οὐδὲν ἄλλο διαφέρει ἄλλου (πάντα γὰρ ζῷα καλοῦνται καὶ ἵππος καὶ κύων καὶ βοῦς καὶ ἄνθρωπος), ἐὰν δὲ εἴπω ὅτι τοῦ ζῴου τὸ μέν ἐστι λογικὸν τὸ δὲ ἄλογον, ὑποδιελὼν ἐποίησα τὴν δια- φοράν, καθ’ ἣν ἐφάνη διαφέρων ὁ ἄνθρωπος τοῦ ἵππου καὶ τοῦ βοὸς καὶ τῶν λοιπῶν ἀλόγων· λογικὸν μὲν γὰρ λέγεται τὸ μετὰ λόγου καὶ κρίσεως τινος διάγον οἷον ἄνθρωπος ἄγγελος, ἄλογον δὲ τὸ χωρὶς λόγου καὶ κρίσεως| οἷον ἵππος καὶ βοῦς καὶ τὰ ἄλλα ἄλογα ζῷα. ὥστε οὖν αὕτη μερι- κωτέρα μέν ἐστι τῶν γενῶν, καθολικωτέρα δὲ τῶν εἰδῶν, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν· τὸ γὰρ λογικὸν μερικώτερον τοῦ ζῴου (περιέχει γὰρ τοῦτο τὸ ζῷον τὸ λογικόν τε καὶ ἄλογον), καθολικώτερον δὲ τοῦ εἴδους· περιέχει γὰρ πολλὰ εἴδη τὸ λογικόν, ἄγγελον γὰρ καὶ ἄνθρωπον. ἄλλως τε δὲ μερικώτερόν ἐστι τοῦ γένους ἡ διαφορά, καθὸ ὑπὸ τὸ γένος πέπτωκε, καθολικώτερον δὲ τοῦ εἴδους. καθὸ αὕτη δύο τινῶν ἐστι περι- εκτικὴ τοῦ λογικοῦ τε καὶ ἀλόγου, ὑφ’ ἃ πάντα τὰ δῷα πέπτωκε. τὸ δὲ εἶδος ἑνὸς μόνου ἐστὶ περιεκτικὸν οἷον ἀνθρώπου ἵππου ἢ ἄλλου τινός. τὸ δὲ ἴδιον ἑνὶ μόνῳ εἴδει ὑπάρχει, οἷον ἴδιον τοῦ ἀνθρώπου τὸ γελαστικὸν λέγεται· αὐτῷ γὰρ μόνῳ ὑπάρχει καὶ παντί. συμβεβηκὸς· δέ ἐστι τὸ δυνάμενον δίχα τινὸς βλάβης ἀπογενέσθαι τοῦ ἐν ᾧ ἐστιν, οἷον λευκὸν μέλαν καθῆσθαι ἑστάναι. τούτων οὖν τὰ μὲν συμπληρωτικά ἐστι τῆς οὐσίας ἤγουν τῆς ὑπάρξεως, τὸ γένος κ·αὶ τὸ εἶδος καὶ ἡ τούτων μέση διαφορά, ἅτινα οὐσιώδη καλεῖται· ταῦτα γὰρ συμπληρωτικά εἰσι παντὸς ζῴου· ἕκαστον γὰρ τούτων τῶν τριῶν μετέχει, οἷον Σωκράτης, καθὸ μὲν ζῷον, ἔχει τὸ γένος, καθὸ δὲ λογικὸν θνητόν, ἔχει τὴν διαφοράν, καθὸ δὲ ἄνθρωπος, τὸ εἶδος· ὁμοίως δὲ καὶ Πλάτων καὶ Ἀλκιβιάδης. τὰ δὲ ἄλλα δύο ἐπεισοδιώδη καλεῖται, τὸ ἴδιον λέγω καὶ τὸ συμβεβηκός, διότι οὐδὲν εἰς τὸν τῆς οὐσίας τοῦ ὑποκειμένου συμβάλλεται λόγον. ὧν τὸ μὲν μὲν πλησιέστερον ὑπάρχει τῶν οὐσιωδῶν, ἐπειδὴ ἀεὶ ὑπάρχει τινί, τὸ δὲ συμβεβηκὸς πόρρω ὑπάρχει, ἐπειδὴ πῇ μὲν ὑπάρχει πῇ δὲ οὐχ ὑπάρχει. τὰ αὐτὰ τὰ δὲ καὶ χωριστὰ καλεῖται, ἐπειδὴ κατ’ ἐπίνοιαν χωριζόμενα οὐδὲν λυμαίνεται τῇ οὐσίᾳ τοῦ ὑποκειμένου, ἐπειδὴ εἰ τοῦτο ἦν, ἔδει τοὺς μέλανας ἀνθρώπους μὴ εἷναι, ὅπερ ἄτοπον, κἂν τοῦ γελᾶν δὲ τὴν δύναμιν ἀποβάλλωμεν, οὐδὲν ἧττόν ἐσμεν ἄνθρωποι πάσας τὰς τῶν ἀνθρώπων ἐνεργείας ἐνεργοῦντες. τούτων οὖν οὕτως ἐχόντων ὅρα πῶς ὁ Πορφύριος κατὰ τάξιν προῆλθε· προέταξε μὲν γὰρ τὰ οὐσιώδη καὶ συμπληρωτικὰ τῆς οὐσίας, ὕστερον δ’ ἔταξε τὰ ἐπεισοδιώδη. καὶ πάλιν τῶν οὐσιωδῶν προέταξε μὲν πρῶτον τὸ γένος ὡς καθολικώτερον, εἶτα τὴν διαφορὰν ὡς τούτου μερικωτέραν, εἶτα το ειοος ὡς ταύτης μερικώτερον. τῶν δὲ ἐπουσιωδῶν ἐπειδὴ τὸ μὲν ἴδιον πλησιέστερόν ἐστι τῆς οὐσίας, προέταξε μὲν αὐτὸ ὡς καὶ μᾶλλον συγγενέστερον τοῖς εἰρημένοις, τὸ δὲ συμβεβηκὸς τῆς ἐσχάτης τετύχηκε τάξεως ὡς μὴ κοινωνοῦν τοῖς εἰρημένοις καὶ αὐτὸ μόνον γινόμενόν τε καὶ ἀπογινόμενον χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Ζητῆσαι δὲ ἄξιον, πῶς ἀντιδιῄρηται τῷ γένει καὶ τῷ εἴδει τὸ συμβεβηκός, καίτοι καὶ αὐτὸ τὸ συμβεβηκὸς εἰς εἴδη τε καὶ γένη τεμνόμενον. λέγω τοίνυν ὡς ἄλλο τί ἐστι σκοπεῖν ἕκαστον· τῶν δέκα κατηγοριῶν, καθὸ ἔχει τὸ εἶναι ἀσχέτως, καὶ ἄλλο ὡς ἀνειληφὸς πρὸς ἕτερον σχέσιν· ἡνίκα μὲν γὰρ αὐτὸ καθ’ αὑτὸ ἕκαστον ὅ τι ποτέ ἐστι σκοποῦμεν, φαμὲν τὸ μέν τι εἶναι οὐσίαν τὸ δὲ ποσὸν τὸ δὲ ποιὸν καὶ τὰ λοιπά· ὅταν δὲ ἀπίδωμεν εἰς τὰς μετὰ τὴν οὐσίαν κατηγορίας ὡς μὴ ὑφεστηκυίας καθ’ αὑτὰς ἀλλὰ δεομένας ἐκείνης πρὸς ὕπαρξιν, συμβεβηκέναι αὐτὰς τῇ οὐσίᾳ φαμέν. πάλιν ἐν ἑκάστῃ τῶν κατηγοριῶν ὅταν ἀποβλέψαντες ἴδωμεν τὸ μέν τι καθολικώτερον 10 τὸ δὲ εἰδικώτερον τὸ δὲ ᾧ τὰ εἰδικώτερα τέμνεται | ἀπὸ τῶν γενικωτέρων, κωτέρων, τούτων τὸ μέν τι καλοῦμεν γένος τὸ δὲ διαφορὰν τὸ δὲ εἶδος· ὥστε τὸ αὐτὸ ἄλλως μὲν θεωρούμενον γένος λέγεται ἢ εἶδος ἢ διαφορά (καθὸ οὐδὲν διαφέρουσι κατὰ τὰς κατηγορίας), ἄλλως δὲ τὸ μέν τι οὐσία τὸ δὲ συμβεβηκός.

---

Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces, ed. Adolf Busse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4016.tlg001.local001/.
