# In Porphyrii Isagogen Sive Quinque Voces 25.1

Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces, ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius/in-porphyrii-isagogen-sive-quinque-voces/25.1

Τῶν μὲν οὖν καθ’ ἑνὸς μόνου κατηγορουμένων διαφέρει τὰ γένη τῷ ταῦτα κατὰ πλειόνων ἀποδοθέντα κατηγορεῖσθαι. | Διὰ τούτων δείκνυσι πῶς ὁ ἀποδοθεὶς τοῦ γένους ὁρισμὸς ἤτοι ὑπογραφὴ γραφὴ χωρίζει αὐτὸ τῶν ἄλλων ἀπάντων· κατηγορεῖται μὲν γὰρ καὶ τὸ γένος κατὰ πλειόνων καὶ διαφερόντων, ἀλλ’ οὐ τῷ ἀριθμῷ μόνον ἀλλὰ καὶ τῷ εἴδει, τὸ δὲ εἶδος κατὰ διαφερόντων μόνον τῷ ἀριθμῷ. ὥστε δεῖ ποιεῖσθαι ἑκάστης φωνῆς τὸν ὁρισμὸν ἤτοι ὑπογραφὴν οὕτως· ὅτι γένος μέν ἐστι φωνὴ σημαντικὴ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορουμένη , διαφορὰ δέ ἐστι σημαντικὴ φωνὴ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδα ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορουμένη, εἶδος δὲ φωνὴ σημαντικὴ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορουμένη, ἴδιον δὲ ὑπάρχει φωνὴ σημαντικὴ μὴ οὐσιώδης καθ’ ἑνὸς εἴδους κατηγορουμένη, συμβεβηκὸς δὲ πέφυκε φωνὴ σημαντικὴ ἐπουσιώδης κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ πῶς ἔχον ἐστὶ κατηγορουμένη. To δὲζῷονγένοςὂνἀνθρώπου καὶβοὸςκαὶἵππου κατη- γορεῖται, οἳ διαφέρουσι καὶ τῷ εἴδει ἀλλ’ οὐ τῷ ἀριθμῷ μόνον. Ἰστέον δὲ ὅτι τὰ τῷ εἴὸει διαφέροντα ἀλλήλων καὶ τῷ ἀριθμῷ διαφέρει, τὰ δὲ τῷ ἀριθμῷ διαφέροντα οὐκέτι καὶ τῷ εἴδει· οὐδὲ γὰρ ἀντιστρέφει ὁ λόγος. εἰδέναι δὲ δεῖ, ὅτι τὸ ταὐτὸν τριττὸν ὑπάρχει· ἢ γὰρ τῷ γένει ἐστὶ τḍ̔ὐτὸν ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. καὶ τῷ μὲν γένει ἐστι ταὐτὸν ὡς ἄνθρωπος ἵππος βοῦς (ταῦτα γὰρ τῷ γένε-́ ταὐτὰ ὑπάρχει· ἅπαντα γὰρ ζῷά ἐστι), τῷ δὲ εἴδει ταὐτόν ἐστιν ὡς Θέων καὶ Πλατῶν καὶ Ἀλκιβιάδης (οὗτοι γὰρ οἱ αὐιοὶ καὶ ἓν x(p εἴδει ὑπάρχουσι), τῷ δὲ ἀριθμῷ ταὐτόν ἐστιν ὡς ἄνθρωπος καὶ βροιός, ξίφος καὶ μάχαιρα. εἰ γοῦν τὸ ταὐτὸν τριττὸν ὑπάρχει, ἐξ ἀνάγκης καὶ τὸ ἕτερον τριττὸν ὑπάρ- ὑπάρχει ἢ γὰρ τῷ γένει τινὰ διαφέρει καὶ ἕτερά ἐστιν ἀλλήλων ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. καὶ τὰ μὲν τῷ γένει διαφέροντα ἀλλήλων πάντως καὶ τῷ εἴδει διαφέρει καὶ τῷ ἀριθμῷ, οἷον τῷ γένει διαφέρει ἀλλήλων ὡς ὁ ἄνθρωπος καὶ τὸ λευκόν (ὁ μὲν γὰρ ἄνθρωπος ζῷον ὑπάρχει, τὸ δὲ λευ- κὸν ποιόν), ἀλλὰ καὶ τῷ εἴδει (ἄλλο γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο λευκοῦ· ὁ μὲν γὰρ ἄνθρωπος εἶδός ἐστι τοῦ ζῴου γένους ὄντος, τὸ δὲ λευκὸν εἷ- δός ἐστι τῆς ποιότητος καὶ τοῦ χρώματος), ἀλλὰ δὴ καὶ τιδ ἀριθμῷ· ὁ γὰρ αἰσθητὸς ἄνθρωπος οἷον Σωκράτης ἕτερός ἐστι Πλάτωνος. ὥστε οὖν καλῶς εἰρήκαμεν ὅτι τὰ τῷ γένει ἀλλήλων διαφέροντα καὶ τῷ εἴδει δια- φέρει καὶ τῷ ἀριθμῷ, τὰ δὲ τῷ εἴδει διαφέροντα διαφέοͅε-- μὲν πάντως xto ἀριθμῷ , οὐκέτι δὲ πάντως καὶ τῷ γένει, οἷον ἄνθρωπος ἵππος· ταῦτα γὰρ διαφέρει ἀλλήλων τῷ εἴδει (ἄλλο γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο ἵπ- που), ἀλλὰ δὴ καὶ τῷ ἀριθμῷ (ἄλλη γὰρ ὕλη ἀνθρώπου καὶ ἄλλη ἵππου), οὐ μὴν τῷ γένει διαφέρει· ἀμφότερα γὰρ ζῷα ὑπάρχει. τὰ δὲ τῷ ἀριθ- μῷ διαφέροντα οὔτε πάντως τῷ εἴδει οὔτε xdp γένει διαφέρει. διὰ τοῦτο οὖν εἶπεν οἱ διαφέρουσιν ἀλλήλων καὶ τῷ εἴδει, οὐ μόνον τῷ ἀριθμῷ πάντως διαφέρει.

---

Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces, ed. Adolf Busse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4016.tlg001.local001/.
