Ancient Greek · ~7 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 34
Not analysed yet
εἶδός ἐστι τὸ ταττόμενον ὑπὸ τὸ γένος καὶ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. Δύο ὑπογραφὰς ἀποδίδωσι τοῦ εἴδους, τῷ μὲν ὑποκειμένῳ τὰς αὐτάς (ἀμφότεραι γὰρ κατὰ πλειόνων κατηγοροῦνται), τῇ σχέσει δὲ διαφόρους, ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασις τῷ μὲν ὑποκειμένῳ μία οὖσαι τῇ σχέσει διάφοροί εἰσιν· ἄνωθεν γὰρ ἀρχόμενοι κατάβασιν αὐτὴν λέγομεν, κάτωθεν δὲ ἀνάβασιν. ὡσαύτως ἰαὶ ἐνταῦθα σχέσεις εἰσὶ δύο, τοὐ τε εἴδους πρὸς τὸ γένος, καθὸ ὑπ’ αὐτό ἐστι, καὶ τοῦ γένους πρὸς τὸ εἶδος, καθὸ περι- εκτικὸν αὐτοῦ ἐστι. καὶ ἔοικεν ἡ σχέσις ἡ ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος καταβάσει, ἡ δ’ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος ἀναβάσει. καὶ αὗται μὲν ὁλοσχερέστεραι ὑπογραφαί· ἑξῆς δὲ μετὰ ταῦτα τὴν τελείαν ὑπογραφὴν ἀποδίδωσι τὴν ἀπὸ τῆς διαιρέσεως τῶν φωνῶν ληφθεῖσαν ὅτι εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Ἄξιον δὲ ζητῆσαι, δι’ ἣν αἰτίαν καὶ ἐπὶ τοῦ εἴδους ὑπογραφῇ ὁ Πορφύριος κέχρηται· οὐκέτι γὰρ χώραν ἔχει ἡ ῥηθεῖσα ἐπὶ τοῦ γένους αἰτία· ἔχει γὰρ τὸ εἶδος γένος. ῥητέον τοίνυν τὴν ἀκριβεστάτην καὶ κοινὴν αἰτὸ τίαν, ὅτι οἱ ὁρισμοὶ πραγμάτων εἰσὶν ὁρισμοὶ τὰς φύσεις αὐτῶν δηλοῦντες, τὰ δὲ γένη καὶ τὰ λοιπὰ οὐκ εἰσὶ πράγματα οὐδ’ αφωρισμένην φύσιν ἔχει, διὸ οὐδ’ ὑπὸ μίαν τινὰ ἀνάγεται τῶν κατηγοριῶν, ἀλλ’ ἐν πάσαις θεωρεῖται· καὶ γὰρ καὶ ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ · ποσῷ καὶ ἐν τῷ ποιῷ καὶ ταῖς λοιπαῖς κατηγορίαις εἰσὶ καὶ γένη καὶ εἴδη καὶ διαφοραί. διὸ οὐκ εἰσὶ πράγματα ἀλλὰ σχέσεις πραγμάτων δηλωτικαί. ἐπεὶ οὖν οἱ ὁρισμοί, ὡς εἴρηται, πραγμάτων εἰσὶν ὁρισμοί, αὗται δὲ αἱ Φωναὶ οὐκ εἰσὶ πράγματα εὶκότως οὐδ᾿ ὁρισμοὺς αὺτῶν δυνατὸν ἀποδοῦναι.