# In Porphyrii Isagogen Sive Quinque Voces 9

Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces, ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius/in-porphyrii-isagogen-sive-quinque-voces/9

Τὸ δ’ ὅπως περὶ αὐτῶν τε καὶ τῶν προκειμένων λογικώτερον οἱ παλαιοὶ διέλαβον. Λογικώτερον μὲν λέγεται κυρίως διαλαβεῖν τὸ τὰ συμβεβηκότα ζητεῖν τῶν πραγμάτων, φυσικῶς δὲ τὸ τὰς οὐσίας ζητεῖν, θεολογικῶς δέ ἐστι πόθεν προῆλθον ἅπαντα καὶ τὴν ἀρχὴν τῆς συστάσεως ἑκάστου ζητεῖν. ἐπεὶ οὖν ἔστι καὶ φυσικῶς διαλαβεῖν, ὥσπερ ἀρτίως εἰρήκαμεν, περὶ γενῶν καὶ εἰδῶν καὶ τῶν λοιπῶν (ὡς ὅταν περὶ τῶν ἐν τοῖς αἰσθητοῖς ζητῶμεν, ὡς καὶ Ἀριστοτέλης διέλαβε περὶ αὐτῶν), καὶ θεολογικῶς ὡς ὅταν περὶ τῶν ἐν τῷ δημιουργῷ ζητήσωμεν, ὥσπερ ὁ Πλατῶν ἐν τῷ Παρμενίδῃ διέλαβεν), ἔστι λογικώτερον περὶ αὐτῶν διαλαβεῖν, ἐπειδὴ ἐν τῇ λογικῇ πραγματείᾳ δεόμεθα τῶν ἀποφαντικῶν λόγων, ἐν δὲ τοῖς ἀποφαντικοῖς λόγοις τὰ μὲν ὑπόκειται τὰ δὲ κατηγορεῖται, τὸ δὲ ὑποκείμενον καὶ κατηγορούμενον ἢ γένος ἐστὶν ἢ εἶδος ἢ διαφορὰ ἢ ἴδιον ἢ συμβεβηκός. τὸ δὲ ὅπως περὶ αὐτῶν ἀντὶ τοῦ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν· καὶ γὰρ προσεχῶς περὶ αὐτῶν ἐποιεῖτο τὸν λόγον. προσθεὶς δὲ καὶ τὸ περὶ τῶν προκειμένων ἐσήμανε καὶ τὰ λοιπὰ τρία, τὴν διαφοράν φημι καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. ἢ τὸ ἀνάπαλιν δεῖ λέγειν, ὅτι εἰρηκὼς μὲν τὸ ὅπως περὶ αὐτῶν ἐδήλωσε τὸ γένος καὶ τὴν διαφορὰν καὶ τὸ εἶδος, εἰ- ρηκὼς δὲ καὶ τῶν προκειμένων ἐδήλωσε τὰ περὶ τῶν ἄλλων δύο, τοῦ τε ἰδίου καὶ τοῦ συμβεβηκότος.

---

Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces, ed. Adolf Busse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4016.tlg001.local001/.
