# In Porphyrii Isagogen Sive Quinque Voces 96

Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces, ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius/in-porphyrii-isagogen-sive-quinque-voces/96

Ὅσα τε κατηγορεῖται τοῦ γένους γένους. Ὅσα γὰρ κατηγορεῖται τοῦ ζῴου, ταῦτα καὶ τῶν μετὰ τὸ ζῷον εἰδῶν καὶ ἀτόμων. ὁμοίως καὶ ἐπὶ τῆς διαφοράς. ἆρα οὖν ἐπειδὴ τοῦ ζῴου κατηγορεῖται τὸ γένος λέγομεν γὰρ τὸ ζῷον γένος), διὰ τοῦτο καὶ εἴδους καὶ ἀτόμου κατηγορηθήσεται; εἰ γὰρ τοῦτο, καὶ ἄνθρωπος καὶ ὁ Σωκράτης γένος, ὅπερ οὐκ ἔστι, καὶ ἐπειδὴ τὸ γένος δισύλλαβον, ἄρα καὶ ὁ ἄνθρωπος. ῥητέον τοίνυν, ὅτι διὰ τοῦτο κοινῶς ὁ Πορφύριος προσέθηκε τὸ ὡς γένους ἀντὶ τοῦ ὡς πράγματος· οὐ γὰρ ὡς σχέσιν ἔχοντος· τὸ γὰρ γένος καὶ τὸ δισύλλαβον καὶ ὅσα τοιαῦτα τὴν σχέσιν τοῦ ζῴου δηλοῖ. ὅσα οὖν τοὐ ζῴου ὡς ζῴου κατηγορεῖται (τοῦτο γὰρ αὐτὸ δηλοῖ τὸ ὡς ταῦτα πάντως καὶ τῶν εἰδῶν καὶ τῶν ἀτόμων κατηγορεῖται. τὸ δὲ γένος τοῦ ζῴου οὐχ ὡς ζῴου κατηγορεῖται, ἀλλὰ σχετικῶς· λέγεται γὰρ οὐ μόνον τὸ ζῷον γένος τοὐ ἀνθρώπου καὶ τοῦ ἵππου καὶ τῶν λοιπῶν, ἀλλὰ καὶ τὸ χρῶμα γένος λευκοῦ καὶ μέλανος καὶ τῶν ἄλλων. ὁμοίως καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις εὐρήσεις. ὥστε τὸ γένος τοῦ ζῴου οὐχ ὡς ζῴου κατηγορεῖται, ἀλλὰ ποιὰν σχέσιν ἀνειληφότος πρὸς τὰ ὑφ’ αὑτό, καὶ διὰ τοῦτο οὐ κατηγορηθήσεται κατὰ τῶν εἰδῶν καὶ τῶν ἀτόμων. ὁ αὐτὸς δὲ καὶ ἐπὶ τῆς διαφορᾶς λόγος, ὅτι ὅσα τῆς διαφορᾶς ὡς διαφορὰς, καὶ οὐ σχέσιν δηλοῦντα κατηγορεῖται, τοσαῦτα καὶ τῶν ὑπ’ αὐτὴν εἰδῶν πάντων.

---

Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces, ed. Adolf Busse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4016.tlg001.local001/.
