# Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 259r

Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς, Folio 259r. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius/text/259r

τὸν δίκαιον φρόνιμων εἰπὼν οὕτως· δίκαιος τοῦ μὲν ὁμοίου 〈οὐκ〉 ἐθέλει πλέον ἔχειν φρόνιμος τοῦ δ’ ἀνομοίου ἐθέλει πλέον ἔχειν. καὶ τῶν προτάσεων τούτων τὴν μὲν ἐλάττονα κατασκευάζει μέσον λαβὼν τὸ ἀπονεμητικὸν τοῦ κατ’ ἀξίαν, τὴν δὲ δευτέραν δι’ ἐπαγωγῆς τοῦ ἰατροῦ, τοῦ μάντεως, τοῦ γεωμέτρου. p. 42a6 Εἰ οὖν οὐ πλείους ἀλλ’ εἷς. εἴ τις φησίν, τὸν διὰ πέντε ὅρων συλλογισμὸν ἢ ὁποσωνοῦν ἕνα λέγοι ἀποβλέπων πρὸς τὴν συνέχειαν τῶν προτάσεων, οὐ φθονήσομεν αὐτῷ τοῦ ὀνόματος, πλὴν εἷς ἐστιν πόρρω, οὐχ εἷς προσεχής· τοῦτο γὰρ δηλοῖ τὸ οὕτω μὲν ἐνδέχεται καὶ τὸ ὡς δὲ τὸ Γ διὰ τῶν ΑΒ, ἀδύνατον. καὶ ὅτι μή ἐστιν εἷς προσεχής, ἐπάγει τὴν ἀπόδειξιν. τῶν ΑΒ ΓΔ τεσσάρων πρστάσεων τὸ Ε συναγουσῶν αἱ ΑΒ, φησίν, ἢ συλλογιστικῶς συμπεπλεγμέναι εἰσὶν ὡς εἶναι τὴν μὲν μείζονα τὴν δ’ ἐλάττονα, ἀνθ’ ὧν αὐτὸς εἶπεν ὅλην καὶ μέρος, ἢ ἀσυλλογίστως. καὶ εἰ τὸ πρῶτον, ἢ τὸ Ε συνάγουσιν ἢ θάτερον τῶν ΓΔ ἢ ἄλλο παρὰ ταῦτα. καὶ μόνον τὸ πρῶτον ἀναιρεῖ λέγων ὅτι καὶ πῶς ὑπόκειται τὸ Ε ἐκ τῶν ΑΒ ΓΔ ἐκ μόνων τῶν ΑΒ συναγόμενον; καὶ πρὶν τὰς λοιπὰς ὑποθέσεις τῶν ΑΒ ἀνελεῖν μέτεισι καὶ ἐπὶ τὰ ΓΔ· καὶ ταῦτα γὰρ ἢ συνάγει τι ἢ οὔ. καὶ εἰ συνάγει, ἢ τὸ Ε ἢ θάτερον τῶν ΑΒ ἢ ἄλλο παρὰ ταῦτα. καὶ εἰ μὲν τῶν ΑΒ θάτερον, πλείους ἔσονται οἱ συλλογισμοί, ἐπειδὴ καὶ τὰ συμπεράσματα, καὶ προσυλλογισμὸς ὁ ΓΔ τοῦ ΑΒ ΓΔ. εἰ δὲ τὸ Ε, εἰ μέν εἰσιν οἱ συλλογισμοὶ ὁ ΑΒ ΓΔ καὶ ὁ ΓΔ, ὡς ἐνδέχεται ἕνα εἶναι, τῷ ταὐτὸ συνάγειν, οὐ μὴν κατ’ ἀλήθειαν εἷς εἰσιν· ἐνδείκνυται δὲ τοὺς ἐπὶ τοῦ Αἰθίοπος ἐν τοῖς τρισὶ σχήμασι συλλογισμοὺς διὰ τῶν αὐτῶν ὅρων. εἰ δὲ τὰ ΓΔ μηδὲ θάτερον τῶν ΑΒ ἀλλ’ ἄλλο τι παρὰ ταῦτα, οὐ μόνον πολλοὶ ἔσονται οἱ συλλογισμοί, ὁ ΑΒ ΓΔ καὶ ὁ ΓΔ, ἀλλὰ καὶ ἀσύναπτοι ἀλλήλοις. εἰ δὲ τὰ ΓΔ οὐδὲν συνάγει, μάτην εἴληπται ἐν συλλογισμῷ, εἰ μὴ ἄρα ἐπαγωγῆς

---

Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4016.tlg005.local001/.
