# Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 260r

Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς, Folio 260r. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ammonius/text/260r

μήτε δὲ τοῦτο συνάγει μήτε ἄλλο συνάγον αὐτό. p. 42a28 Εἰ δὲ μηδὲν γίνεται ἐκ τῶν ΓΔ. γραφικόν ἐστιν ἐξ ἀρχῆς τὸ ἁμάρτημα· ἔδει γὰρ εἰπεῖν ἐκ τῶν ΑΒ· εἴρηται γὰρ ἤδη περὶ τῶν ΓΔ, τί ἕπεται, εἰ μηδὲν συνάγουσιν· ἐπὶ δὲ τῶν ΑΒ οὐκ εἴρηται. καὶ ἔστιν ὅσον ἐπὶ τῇ φερομένῃ γραφῇ καὶ ἀδολεσχῶν ὁ Ἀριστοτέλης καὶ παραλιμπάνων, τὸ μὲν δὶς λέγων, τὸ δὲ μηδὲ ἅπαξ. p. 42a34 Εἰ μὴ προσλαμβάνοιτο, τουτέστιν εἰ μὴ πάλιν κρύψεως ἢ ἐπαγωγῆς ἢ καλλωπισμοῦ χάριν τοῦ λόγου λαμβάνοιτο. p. 42a35 Ὅς οὖν συλλογισμὸς μὴ δύο προτάσεις ἔχει, ἤτοι τρεῖς ὅρους μόνον τοὺς τὸ κύριον συμπέρασμα συνάγοντας (εἰσὶν γὰρ καὶ ἄκυρα συμπεράσματα, ὡς τὰ τῶν προσυλλογισμῶν), οὗτος ὁ λόγος ἢ οὐ συλλελόγισται, ὡς εἴ τις πολλὰς καθ’ ἕκαστα προτάσεις λαμβάνοι μηδὲν κοινὸν ἐχούσας, ἢ περιττὰ τῶν ἀναγκαίων ἠρώτησεν, ὡς εἴ τις βουλόμενος δεῖξαι ὅτι ὁ ἄνθρωπος ζῷον εἴπῃ ‘ὁ ἄνθρωπος γελαστικόν, τὸ γελαστικὸν ζῷον, τὸ ζῷον ἔμψυχον, ὁ ἄνθρωπος ἄρα ζῷον’· περιττὴ γὰρ ἡ λέγουσα τὸ ζῷον ἔμψυχον. p. 42b1 Κατὰ μὲν οὖν τὰς κυρίας προτάσεις. δείξας ὅτι πᾶς συλλογισμὸς κατηγορικὸς ἁπλοῦς ἐκ τριῶν, δύο τούτῳ ἑπόμενα παραδίδωσιν, ὅτι τοῦ κατηγορικοῦ τοῦ προσεχοῦς συλλογισμοῦ ἄρτιαι μὲν αἱ προτάσεις, περιττοὶ δὲ οἱ ὅροι· τὸν γὰρ πρῶτον ἄρτιον καὶ τὸν πρῶτον περιττὸν κυρίῳ ὀνόματι ἄρτιον ἁπλῶς καλεῖ καὶ περιττὸν ἁπλῶς. τὸ δὲ συμπέρασμα τῶν μὲν προτάσεων ἥμισυ, τῶν δὲ ὅρων τριττόν· τὰ δὲ διαστήματα ἑνὶ λείπει τῶν ὅρων. συνθέτου δὲ ὄντος τοῦ συλλογισμοῦ ἓν μόνον σώζεται τῶν εἰρημένων, τὸ τὰ διαστήματα ἐνὶ λείπειν τῶν ὅρων· τοῦτο γὰρ ἀληθές, εἴτε καταπυκνοῖτο ὁ προστιθέμενος εἴτε ἔξωθεν ἐμβάλλοιτο· οὐκέτι δὲ πάντως αἱ μὲν προτάσεις ἄρτιαι, οἱ δ’ ὅροι περιττοί, ἀλλὰ δυνατὸν καὶ ἐναλλάξ. οὐδέποτε μέντοι ἄμφω ἄρτια, καὶ αἱ προτάσεις καὶ οἱ ὅροι, ἀλλ’ ἀναμίξ, διότι κατ’ ἀρχὰς τῷ ἀρτίῳ καὶ περιττῷ διέφερον ἀλλήλων καὶ μονὰς ἑκατέρῳ πρόσκειται, ἐξαλλάττεται δὲ’ τὸ εἶδος τοῦ ἀρτίου καὶ τοῦ περιττοῦ

---

Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4016.tlg005.local001/.
