Ancient Greek · ~2 min
Volume 39
Amphilochius Iconiensis, Expositio in illud: De meo accipiet et annuntiabit vobis (fr. 13) [Sp.] 39.101
Not analysed yet
Ἑρμηνεία εἰς τὸ, Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. Πάλιν ἐν εἴδει φαίνεται πυροφλόγῳ· ἴσως τὸ πῦρ ἐκεῖνο τῷ κόσμῳ φέρων, ὅπερ βαλεῖν ἔφησας ἐλθὼν ἐς χθόνα. Καὶ τοῦτο γὰρ προεῖπας, ὡς ἐκ σοῦ λάβοι, καὶ τοῖς μαθηταῖς ἐκφράσοι σαφεστάτως τῶν σῶν ἁπασῶν ἐντολῶν τὰς ἐκδόσεις. Καὶ τοῦ Παρακλήτου τε καὶ ζωαρχίου, χάρις τὸ Πνεῦμα τῆς ἀληθείας, ὅπερ ἐκ τοῦ Πατρὸς τὴν ἐκπόρευσιν ἀχρόνως φέρειν ἔφησας· αὐτὸ ἀψευδεστάτως, σοῦ Πνεῦμα θεῖον, τὴν πανάχραντον χάριν αἰτῶ, πόρευμα Πατρὸς εὐλογημένον· ἄκτιστον, εὐκτὸν, καὶ συνάναρχον πάλιν Υἱῷ τε καὶ Θεῷ Πατρὶ, τοῖς αἰωνίοις.