# Fragmenta 5

Amphilochius Iconiensis, Fragmenta, Fragment 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/amphilochius-iconiensis/fragmenta/5

Τοῦ ἁγίου Ἀμφιλοχίου ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου. Διὰ τοῦτο γὰρ πῆ μὲν ἀνηγμένους, πῆ δὲ ταπεινοὺς φθέγγομαι λόγους· ἵνα διὰ μὲν τῶν ὑψηλῶν, τοῦ ἐνοικοῦντος λόγου ἀποδείξω τὴν εὐγένειαν· διὰ δὲ τῶν ταπεινῶν, τῆς ἐνοικουμένης σαρκὸς γνωρίσω τὰ ἀσθενῆ. Καὶ πάλιν· Πῆ μὲν ἐμαυτὸν ἶσον λέγω τῷ πατρί· πῆ δέ, μείζονα τὸν πατέρα· οὐ μαχόμενος ἐμαυτῷ, ἀλλὰ δεικνὺς ὡς θεός εἰμι καὶ ἄνθρωπος· θεὸς μέν, ἐκ τῶν ὑψηλῶν· ἄνθρωπος δέ, ἐκ τῶν ταπεινῶν. ἀλλὰ μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία (Joh. 14, 1. 27), ὅτι εἶπον ὑμῖν, ὁ πατήρ μου μείζων μου ἐστί. (Joh. 14, 28). μείζων γάρ ἐστι τοῦ πορευομένου πρὸς αὐτόν, οὐ τοῦ ὄντος ἐν αὐτῷ· ὡς γὰρ θεός εἰμι ἐν τῷ πατρί· ὥστε ὡς ἄνθρωπος πορεύομαι πρὸς τὸν πατέρα· ἐκείνου οὖν μείζων ὁ πατήρ, τοῦ πορευομένου πρὸς αὐτόν, οὐ τοῦ ἀεὶ ὄντος ἐν αὐτῷ· καὶ ἵνα συντόμως εἴπω, μείζων ἐστὶ καὶ ἶσος· ἶσος τοῦ ἐκ πέντε ἄρτων δῆμον ὁλόκληρον κορεννύντος· μείζων τοῦ ἐρωτῶντος, ποῦ τὸν Λάζαρον τεθείκατε· ἶσος τοῦ τὸν Λάζαρον ἀνιστῶντος λόγῳ· μείζων τοῦ λέγοντος, τίς μου ἥψατο· ἶσος τοῦ τὰς ἀκενώτους πηγὰς τῆς αἱμοῤῥοούσης ξηράναντος· μείζων τοῦ καθεύδοντος ἐπὶ τῇ πρύμνῃ· ἶσος τοῦ ἐπιτιμῶντος τῇ θαλάσσῃ· μείζων τοῦ κρινομένου ἐπὶ Πιλάτου· ἶσος τοῦ κρίσεως ἐλευθεροῦντος τὸν κόσμον· μείζων τοῦ ῥαπιζομένου, μείζων τοῦ συσταυρουμένου λῃσταῖς· ἶσος τοῦ τὸν λῃστὴν δικαιοῦντος δωρεάν· μείζων τοῦ γυμνουμένου τὴν ἐσθῆτα· ἶσος τοῦ στολίζοντος τὴν ψυχήν· μείζων τοῦ ποτιζομένου ὄξος· ἶσος τοῦ τὸ οἰκεῖον οἰνοχοοῦντος αἷμα· μείζων τοῦ λυομένου ναοῦ· ἶσος τοῦ καὶ μετὰ τὴν λύσιν τὸν οἰκεῖον ἐγείραντος ναόν· ἐκείνου μείζων, τούτου ἶσος. Καὶ πάλιν· Οὐκέτι πολλὰ λαλήσω μεθ' ὑμῶν (Joh. 14, 20)· ὁρᾷς, αἱρετικέ, τίνος μείζων ἐστὶν ὁ πατήρ, τοῦ λέγοντος οὐκέτι πολλὰ λαλήσω μεθ' ὑμῶν· οὐ τοῦ λέγοντος οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς (Joh. 14,18)· μεθ' ὑμῶν γάρ εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας (Matth. 28,20)· ἔρχεται ὁ ἄρχων τοῦ κόσμου καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν (Joh. 14, 30)· ὁρᾷς, τίνος ἐστὶ μείζων, τοῦ κρινομένου ἐπ' ὄψεσιν ἀρχόντων, οὐ τοῦ ποιήσαντος τὴν οἰκουμένην· ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν (Joh. 14, 31)· ὁρᾷς, τίνος ἐστὶ μείζων ὁ πατήρ, τοῦ λέγοντος ἄγωμεν· οὐ τοῦ λέγοντος ἐνοικήσω ἐν ὑμῖν καὶ ἐμπεριπατήσω (2. Cor. 6, 16)· ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή (Joh. 15, 1)· ὁρᾷς, τίνος ἐστὶ μείζων ὁ πατήρ, τοῦ λέγοντος ἐγώ εἰμι ἡ ἄμπελος· οὐ τοῦ λέγοντος, ἐγὼ ἐφύτευσα ἄμπελον ἀληθινήν. (vgl. Matth. 21, 33.)

---

Amphilochius Scr. Eccl., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2112.tlg026.local001/.
