# Fragmenta 6

Amphilochius Iconiensis, Fragmenta, Fragment 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/amphilochius-iconiensis/fragmenta/6

Ἐκ τῆς ὁμιλίας τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου εἰς τό· ὁ ἀποστείλας με πατὴρ μείζων μου ἐστίν (Joh. 14, 28). Εἰπέ, κατὰ ποῖον λόγον λέγεις τὸν πατέρα μείζονα τοῦ υἱοῦ· οὐκ ἐγώ φησι λέγω, ἀλλὰ τῷ λέγοντι πείθομαι· οὗτος γάρ ἐστιν ὁ εἰπών· ὁ ἀποστείλας με πατήρ, μείζων μου ἐστίν· εἰ τῷ λέγοντι πείθῃ, παῦσον καὶ σὺ τὴν μάχην, κᾀγὼ συστελῶ τὴν γλῶσσαν· καὶ δῶμεν τῷ υἱῷ τὸν οἰκεῖον λόγον ἑρμηνεῦσαι· εἰπὲ γοῦν δέσποτα· διὰ τί ποτὲ μὲν λέγεις· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν (Joh. 10, 30)· ποτὲ δέ· ὁ ἀποστείλας με πατὴρ μείζων μου ἐστίν; εἰ μείζων, πῶς ἶσος; εἰ ἶσος, πῶς μείζων; τὰ δύο λέγω· ἐπειδὴ καὶ μείζων μου ἐστὶ καὶ ἶσος· κατὰ τὴν θεότητα, ἶσος· κατὰ τὴν οἰκονομίαν, μείζων· ἶσος αὐτοῦ εἰμι, ἐπειδὴ ἐξ αὐτοῦ ἐγεννήθην· μείζων μου ἐστίν, ἐπειδὴ ἐκ τῆς παρθένου ἐγεννήθην.

---

Amphilochius Scr. Eccl., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2112.tlg026.local001/.
