Ancient Greek · ~1 min
Volume 39
Amphilochius Iconiensis, Fragmentum xxi [Sp.] 39.117
Not analysed yet
Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. Θεός λέγεται, διὰ τὸ τεθεικέναι τὰ πάντα τῇ ἑαυτοῦ ἐξουσίᾳ ἢ ἀσφαλείᾳ· καὶ διὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν καὶ κινεῖν καὶ κυβερνᾷν, καὶ ζωογονεῖν τὰ πάντα.