# Fragmenta 9-18

Amphis, Fragmenta, 9 to 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/amphis/fragmenta/9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/amphis/fragmenta/9

ἤδη ποτ' ἠκονδας βίον ἀληλεμένον; B. ναί· τοῦτ' ἐκεῖν' ἐστὶν σαφῶς· ἄμπες, οἶνος ἡδύς, ὥα, σῆσμαῖ, μύρον, στέφανος, αὐλητρίς. A. ὡ Διοσκόρῳ, ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας. Εὐρύβατε κυνολοιχέ, οὐχ ἐσθ' ὅπως οὐχ ὀλβιογάρτωρ εἰ σύ. Athenaeus 9, 386 e τοῦ μὲν ὀλβιογάρτορος "Ἀμφις μέμνηται ἐν ὅπερ νῦν εὐβουλεῖν. "Ἄμφις ἐν Γυναικομανία. Hesychius. εὐκνβεῖν litterarum ordinem secutus I. Fr. Gronov.] εὐχολεῖν cod. "Ἄμφις ἐν Γυναικομανία Heringa] ἀμφεῖς δὲ γυναικομανίαν. — Poll. 7, 204 οἱ δὲ βελτίους (βόλοι), ἔφ’ οἷς καὶ τὸ εὐκνβεῖν ἐλέγετο. et 9, 94 δυσκνβεῖν τε καὶ εὐκνβεῖν. κατ’ ἀγρόν ἀντὶ τοῦ ἐν ἀγρῷ. "Ἄμφις Δακτυλίῳ. Bekker. Anecd. 104, 25. ὦ Πλάτων, ὡς οὐδὲν οἶσθα πλὴν σκνθρωπάζειν μόνον, ὡσπερ κοχλίας σμικρὸς ἐπηρχῶς τὰς ὀφρύς. ἔγω δὲ τὸν γίγγραν γε τὸν σοφώτατον. B. τίς δ’ ἔσθ’ ὁ γίγγρας; A. καινὸν ἐξεύρημά τι ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε ἔδειξ’, Ἀθήνησιν δὲ κατακεχωρημένον ἐν συμποσίοις ἰδίᾳ ἔστι. B. διὰ τί δ’ οὐχ ἄγεις εἰς τὸν ὄχλον αὐτόν; A. διότι φυλὴν περιμένω σφόδρα φιλονεικοῦσαν λαχεῖν τιν’· οἶδα γὰρ ὅτι πάντα πράγματ’ ἀνατριανώσω κρότοις. τί φής; σὺ ταυτὶ προσδοκᾶς πείσειν ἐμέ, ὡς ἔστ' ἔραστής, ὅστις ὥραιον φιλῶν τρόπων ἔραστής ἐστι, τὴν ὄψιν παρεῖς; ἄφρων γ' ἀληθῶς. οὔτε τοῦτο πείθομαι, οὔθ' ὡς πένυς ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. γλαῦχοι δ' ὅλοι, φαχιστὰ κρανίων μέρη εἴτ’ οὐχὶ χρυσοῦν ἔστι πρᾶγμ’ ἑρμιά; ὁ πατὴρ γε τοῦ ζῆν ἔστιν ἀνθρώποις ἀγρός, πενίαν τε συγχρύπτειν ἐπίσταται μόνος, ἄστν δὲ θέατρον ἀτυχίας σαφοῦς γέμον. ὁ παῖς σοβέιτω τοῖς ποτηρίοις συχνοῖς. ἐν ταῖς θριδακίναις ταῖς κάκιστ’ ἀπολουμέναις, ὡς εἰ φάγω τις ἐντὸς ἐξήκοντ’ ἐτῶν, ὅποτε γυναικὸς λαμβάνει κοινωνίαν, στρέφοιθ’ ὅλην τὴν νύκτα, μηδὲ ἐν πλέον ὧν βούλεται δράν, ἀντὶ τῆς ὑπουργίας τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην.

---

Amphis, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000196.
