Ancient Greek · ~13 min
θ′. Κροίσῳ.
Anacharsis, Epistulae θ′. Κροίσῳ..1
Not analysed yet
Οἱ ἐν Ἕλλησι ποιηταὶ λόγῳ κόσμον διανέμοντες Κρόνου παισὶν ἀδελφοῖς λῆξιν τῷ μὲν οὐρανοῦ, τῷ δὲ θαλάττης, τρίτῳ δὲ ζόφου προσέθεσαν. τοῦτο μὲν ἰδιοπραγίας ἑλληνικῆς· κοινωνίαν γὰρ οὐδεμίαν χρήματος ἐπιστάμενοι τὸ ἑαυτῶν κακὸν θεοῖς προσένειμαν· γῆν δὲ ὅμως ἐξαίρετον καὶ οὗτοι κοινὴν ἅπασιν ὑπελείποντο. φέρε τοῦτο πῇ ποτε φέρει τὸ νόημα φροντίζωμεν. πάντας ἐβούλοντο θεοὺς τιμὰς πρὸς ἀνθρώπων ἔχειν καὶ πάντας ἀγαθῶν δοτῆρας καὶ κακῶν ἀποτρόπους ὑπάρχειν, κοινὸν δὲ θεῶν κτῆμα γῆ κοινὸν καὶ ἀνθρώπων τὸ πάλαι ἦν, χρόνῳ δὲ παρηνόμησαν ἴδια ἐπονομάζοντες τεμένη θεοῖς τὰ πάντων κοινά, θεοὶ δὲ ἀντὶ τούτων δῶρα πρέποντα ἀντεδωρήσαντο ἔριν καὶ ἡδονὴν καὶ μικροψυχίαν ἁνθρώποις. ἀπὸ τούτων μιγνυμένων τε καὶ διακρινομένων τὰ πάντα ἔφυ κακὰ τοῖς πᾶσι θνητοῖς, ἄροτοι, σπόροι, μεταλλεῖαι, πόλεμοι· καρπούς τε γὰρ ἐπεισενεγκόντες πολλαπλασίους ἀποφέρονται μικρά, τέχνας τε ποικίλλοντες ὀλιγόβιον ηὕρηνται τροφήν, γῆς τε χρώματα διάφορα μαστεύοντες θαῦμα πεποίηνται, τόν τε πρῶτον εὑρόντα τὸ ὀλίγον τοῦτο μακαριστότατον ἄγουσι. καὶ οὐκ ἴσασι παίδων τρόπον ἑαυτοὺς ἐξαπατῶντες· πόνῳ γὰρ τὸ μηδὲν ἐκτιμήσαντες, ἔπειτα τὸν πόνον αὐτὸν θαυμάζουσιν. τοῦτό σοι πλείστων ἀνθρώπων ἤκουσα ῥυῆναι τὸ κακόν. ἀπὸ τοῦδε τἄλλα· οὐ γὰρ ὁ μέγας πλοῦτος οὐδὲ οἱ ἀγροὶ τὴν σοφίαν ἐπρίαντο. τὸ σῶμα γὰρ οἷς ἂν πλείστων ἀλλοτρίων ὑποπλησθῇ, καὶ νοσημάτων ὑποπίμπλασθαί φασι, καὶ τὴν ταχίστην ἀποχέτευσιν ποιεῖσθαι κελεύουσιν οἷς ἐπαινεῖν ἔρως ἐστίν. ἀλλὰ σωμάτων ἔχετε διʼ ἡδονὰς ἀμέτρους ἰατροὺς ἀμέτρους, ψυχῆς δὲ οὐκ ἔχετε, σοφὸν δὲ οὐδὲν· ἦν συμβαλεῖν. ὅτε σοι τὸ πολὺ χρυσίον ἐρρύη, τότε συνερρύηκεν ἅμα τῷ χρυσίῳ καὶ ἡ δόξα τοῦ χρυσίου καὶ ὁ φθόνος καὶ ἡ τῶν βουλομένων ἀπενέγκασθαι παρὰ σοῦ τὸ χρυσίον ἐπιθυμία. εἰ μὲν οὖν ἀπεκάθηρας σαυτὸν τοῦ νοσύματος, ὑγιὴς ἂν ἦσθα, ἐλευθέρως λέγων καὶ ἄρχων· τοῦτο γάρ ἐστι τὸ ὑγιαίνειν βασιλέως, ὃ κεκτημένος ἔνδον οὐ θαυμαστὸν εἰ καὶ τὰ ἄλλα ἐκέκτησο ἀκρατῆ δέ σε λαβοῦσα ἐπήμηνε δοῦλον ἀντʼ ἐλευθέρου ποιήσασα ἡ νόσος. ἀλλὰ θυμὸν ἀγαθὸν ἔχε, πυρὸς ἐν ὕλῃ γενομένου λαβὼν εἰκόνα, ὃ σποδιὰν τίθησι τὰ κεκαυμένα, νέμεται δὲ τὰ ἄκαυστα. καὶ τὰ σὰ πάλαι κακὰ εἰς τοὺς σὲ καὶ τὰ σὰ ἔχοντας μετῴκισται. ἐκείνοις προσδόκα τὰς ἀνίας δευτέροις ἥξειν. ἄκουσον δὲ ἐμῆς ὄψεως ἱστορίαν. μέγα ῥεῦμα διεξέρχεται τὴν Σκυθῶν χώραν, τοῦτο ὃ δὴ Ἴστρον ὀνομάζουσιν. ἐν τούτῳ φορτηγοὶ ναῦν ἕρματι περιβαλόντες ἐπειδὴ οὐδὲν προσαρκέσαι ἐδύναντο, ἀπήεσαν ὅλοφυρόμενοι. λῃσταὶ οὖν τὸ ἐκείνων κακὸν κατανοήσαντες κενῇ προσπλέοντες νηί, κἆτʼ ἀφειδῶς ἐπετίθεντο τῷ φόρτῳ, καὶ τὰ ἀγώγιμα τῆς νεὼς μετέφερον, καὶ τὸ πάθος ἔλαθον μετενεγκόντες. ἣμὲν γὰρ ἅτεκενωθεῖσα ἀνεκουφίσθη καὶ πλόιμος ἦν, ἣ δὲ τὸν ἐκείνης φόρτον ὑποδῦσα ταχέως εἰς βυθὸν ᾔει χρημάτων ἀλλοτρίων ἁρπαγῇ. τοῦτο δύναται φέρειν τὸν ἔχοντα αἰεί. Σκύθαι δὲ πάντων ἐκτὸς ἔστησαν τούτων. γῆν ἔχομεν πᾶσαν πάντες. ὅσα δίδωσιν ἑκοῦσα λαμβάνομεν, ὅσα κρύπτει χαίρειν ἐῶμεν. βοσκήματα ἀπὸ θηρίων σώζοντες γάλα καὶ τυρὸν ἀντιλαμβάνομεν. ὅπλα ἔχομεν οὐκ ἐπ ἄλλους, ἀλλ ὑπὲρ ἑαυτῶν ἐὰν δέη. ἔδέησε δὲ οὐδέπω· οἱ αὐτοὶ γὰρ ἀγωνισταὶ καὶ ἆθλα τοῖς ἐπελευσομένοις προκεί μεθᾳ. τοῦτο δὲ οὐδὲ πολλοὶ τὸ ἆθλον ἀσπάζονται. τὰ αὐτὰ καὶ Σόλων ἀνὴρ Ἀθηναῖος συνεβούλευσέ σοι, σκοπεῖν κελεύων τὴν τελευτήν, οὐ τὸ νῦν ἀποβάν, ἀλλ ἐξ οὗ καλῶς τελευτήσεις, τοῦτο προτιμᾶν λέγων. ἔλεγε δὲ οὐ τὴν ἄντικρυς· οὐ γὰρ ἦν Σκύθης. σὺ δ, εἴ σοι φίλον, τὴν ἐμὴν συμβουλὴν καὶ παρὰ Κῦρον φέρε καὶ παρὰ πάντας τυράννους μᾶλλον γὰρ ἀκμά· ζεῖ τοῖς ἐν ἀρχῇ τῶν ἀπολωλότων.