# Testimonia 1.333.2

Anaxagoras, Testimonia, 1.333.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/1.333.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/1.333.2

47. PLATO Phaedon 97 B ἀλλ᾽ ἀκούσας μὲν ποτε ἐκ βιβλίου τινός, ὡς ἔφη, Ἀναξαγόρου ἀναγινώσκοντος καὶ λέγοντος, ὡς ἄρα νοῦς ἐστὶν ὁ διακοσμῶν τε καὶ πάντων αἴτιος, ταύτῃ δὴ τῇ αἰτίᾳ ἠσθὴν καὶ ἔδοξέ μοι τρόπον τινὰ εὖ ἔχειν τὸ τὸν νοῦν εἶναι πάντων αἴτιον καὶ ἡγεσάμην, εἰ τοῦθ᾽ οὕτως ἔχει, τὸν γε νοῦν κοσμοῦντα πάντα κοσμεῖν καὶ ἕκαστον τιθέναι ταύτῃ ὅππῃ ἂν βέλτιστα ἔχῃ ... ἠσθῆκέναι ὡμὴν διδάσκαλον τῆς αἰτίας περὶ τῶν ὄντων κατὰ νοῦν ἐμαντῶι τὸν Ἀναξαγόραν καὶ μοι φράσειν πρῶτον μὲν πότερον ἡ γῆ πλατεῖά ἐστιν ἢ στρογγύλη, ἐπειδή δὲ φράσειεν, ἐπεξηγήσεσθαι τὴν αἰτίαν καὶ τὴν ἀνάγκην, λέγοντα τὸ ἀμείνον καὶ ὅτι αὐτὴν ἀμείνον ἢν τοιαύτην εἶναι ... 98 B ἀλλὰ πᾶν σπουδῇ λαβὼν τὰς βίβλους ὡς τάχιστα οἷός τ᾽ ἦ ἀνεγίγνωσκον, ἵν᾽ ὡς τάχιστα εἴδηλην τὸ βέλτιστον καὶ τὸ χειρόν. ἀπὸ δὲ θαυμαστῆς ἐλπίδος, ὡς ἑταῖρε ωιχόμην φερόμενος, ἐπειδή προὐὼν καὶ ἀναγιγνῶσκων ὁρῶ ἄνδρα τῷ μὲν νῷι οὐδὲν χρῶμενον οὐδὲ τινας αἰτίας ἐπαιτιώμενον εἰς τὸ διακοσμεῖν τὰ πράγματα ἀέρας τε καὶ αἰθέρας καὶ ὕδωτα αἰτιώμενον καὶ ἄλλα πολλά καὶ ἄτοπα. Vgl. ARIST. Metaph. A 4. 985*18 Ἀ. τε γὰρ μηχανῇ [d. h. als deus ex machina] χρῆται τῷι νῷι πρὸς τὴν κοσμοποιίαν καὶ ὅταν ἀπορήσῃ διὰ τιν᾽ αἰτίαν ἐξ ἀνάγκης ἐστὶ, τότε παρέλκει αὐτόν, ἐν δὲ τοῖς ἄλλοις πάντα μᾶλλον αἰτιάται τῶν γιγνομένων ἢ νοῦν. SIMPL. phys. 327, 26 καὶ Ἀ. δὲ τὸν νοῦν ἕασας, ὡς φησιν Εὔδημος [fr. 21], καὶ αὐτοματιζῶν τὰ πολλὰ συνέστησεν.

---

Anaxagoras, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000201.
