# Testimonia 1.336.1.1-16

Anaxagoras, Testimonia, 1.336.1.1 to 1.336.1.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/1.336.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/1.336.1.1

ἐν αὐτῇ τοῦ μὴ εἰσιέναι τὸ ὕδωρ ἐπιληφθέντος τοῦ ἄλλου [l. αὐλοῦ]. οὐ μὴν ἁπλῶς γε αἴτιος· κἂν γὰρ τις αὐτὴν πλάγιαν ἐντὶ εἰς τὸ ὕδωρ ἐπιλαβὼν τὸν αὐλόν, εἰσεισι τὸ ὕδωρ. διόπερ οὐ λέγεται ὑπ’ αὐτοῦ ἱκανῶς, ἢ αἴτιόν ἐστιν. ἔστι δὲ αἴτιον μὲν καθάπερ εἴρηται ὁ ἀήρ· αὐτὸς δὲ ὠθοῦμενός τε καὶ καθ’ ἑαυτὸν φερόμενος καὶ μὴ βιαζόμενος ἐπ’ εὐθείας πέφυκε φέρεσθαι καθάπερ καὶ ἄλλα στοιχεῖα· πλάγιας μὲν οὖν βαρείσης τῆς κλεψύδρας διὰ τῶν ἐναντίων τοῖς ἐν τῷ ὕδατι τρυπημάτων ἐπ’ εὐθείας μένων ὑπὸ τοῦ ὕδατος ἐξέρχεται, ὑποχωροῦντος δὲ αὐτοῦ τὸ ὕδωρ εἰσέρχεται· ὀρθῆς δὲ εἰς τὸ ὕδωρ βαρείσης τῆς κλεψύδρας οὐ δυνάμενος πρὸς ὀρθὴν ὑποχωρεῖν διὰ τὸ πεφράχθαι τὰ ἄνω μένει περὶ τὰ πρῶτα τρυπήματα. σάττεσθαι γὰρ εἰς αὐτὸν οὐ πέφυκεν. σημεῖον δ’ ἔστι τοῦ εἴργειν δύνασθαι τὸ ὕδωρ ἀκινήτίζοντα τὸν ἀέρα τὸ ἐπ’ αὐτῆς γινόμενον τῆς κλεψύδρας. ἐὰν γὰρ τις αὐτῆς αὐτὴν τὴν κωδύνα ἐπιλαβὼς ὕδατος ἐπιλαβὼν τὸν αὐλόν, καταστρέψῃ ἐπὶ τὸν αὐλόν, οὐ φέρεται τὸ ὕδωρ διὰ τοῦ αὐλοῦ ἐπὶ στόμα. ἀνοιχθέντος δὲ τοῦ στόματος οὐχ εὐθὺς ἔκρει κατὰ τὸν αὐλόν, ἀλλὰ μικροτέρωι ὕστερον ὡς οὐχ ὡν ἐπὶ τῷ στόματι τοῦ αὐλοῦ, ἀλλ’ ὕστερον διὰ τοῦτον φερόμενον ἀνοιχθέντος. πλήρους τε καὶ ὀρθῆς οὖσης τῆς κλεψύδρας ἀνοιχθέντος τοῦ αὐλοῦ εὐθὺς ῥεῖ διὰ τοῦ ἡθμοῦ διὰ τὸ ἐκεῖνον μὲν ἀπτεσθαι, τῶν δὲ ἄκρων τοῦ αὐλοῦ μὴ ἀπτεσθαι. οὐχ εἰσέρχεται μὲν οὖν τὸ ὕδωρ εἰς τὴν κλεψύδραν διὰ τὴν προειρημένην αἰτίαν, ἐξέρχεται δὲ ἀνοιχθέντος τοῦ αὐλοῦ διὰ[ τὸ τὸν ἐν αὐτῷ ἀέρα κινούμενον ἄνω καὶ κάτω πολλὴν κένωσιν ποιεῖν] τοῦ ἐν τῇ κλεψύδρᾳ ὕδατος. ὠθοῦμενον δὲ κάτω καὶ αὐτὸ ὅπερ εἰς αὐτὸ εἴκτως ἔκρει, βιαζόμενον τὸν ἐκτὸς τῆς κλεψύδρας ἀέρα κινούμενον τε καὶ ὄντα ἴσον τῇ δυνάμει τῷ ἐπωθοῦντι αὐτὸν ἀέρι, τῇ δὲ ἀντερείσει ἀσθενέστερον ἐκεῖνον διὰ τὸ διὰ στενοῦ αὐτὸν τοῦ αὐλοῦ ῥέοντα θάττον καὶ ἀφοδροτέρον ῥεῖν καὶ προσπίπτειν τῷ ὕδατι·

---

Anaxagoras, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000201.
