# Testimonia 1.336.1.17-30

Anaxagoras, Testimonia, 1.336.1.17 to 1.336.1.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/1.336.1.17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/1.336.1.17

τοῦ δὲ ποωασθέντος τοῦ αὐλοῦ μὴ συρρεῖν τὸ ὕδωρ αἴτιον, ὅτι τὸ ὕδωρ εἰσὸν εἰς τὴν κλεψύδραν ἐξωθεῖ βίαι τὸν ἀέρα ἐξ αὐτῆς. σημεῖον δὲ ἔστι τὸ γινόμενον ἐν ταύτῃ πνεῦμα καὶ ἔρυγμός. εἰσιόντος δὲ τοῦ ὕδατος βίαι ὠθοῦν συνεισπίπτει εἰς τὸν αὐλὸν αὐτοῦ [ὠθούμενος (näm1. ὁ ἀήρ) εἰσπίπτει εἰς τ. αὐλ. αὐτῆς?] καθάπερ τὰ ἐκπνευστὰ ξύλα ἢ χαλκὸς τῇ διαιρέσει πιεζοίμενος μένει ἄνευ παντὸς ἄλλου συνδέσμου, {ῥαδίως δὲ ἐξάλλεται, ὅταν} ἐκχρουσθῇ ἐκ τοῦ ἐναντίου, καθάπερ τοὺς κατεαγότας ὀπιούρους [l. ἐπιούρους] ἐν τοῖς ξύλοις ἐκχρούουσι. συμβαίνει δὲ τοῦτο ἀνοιχθέντος τοῦ αὐλοῦ γίνεσθαι διὰ τὰ προειρημένα. ἢ οὖν διὰ ταῦτα εἴκός ἐστιν αὐτὸν [l. αὐτό, sc. τὸ ὕδωρ] μὴ ἔκρειν ἢ ἐξι(έναι κωλύοντος βιαίου ἀέρος καὶ πνευματονμένου. δηλοῖ δὲ ὁ ψόφος ἐπισπᾶσθαι τῷ πνεύματι τὸ ὕδωρ ἄνω, ὥσπερ ἐπὶ πολλῶν συμβαίνει γινέσθαι. ἐπισπώμενον δὲ καὶ συνεχὲς ὂν αὐτῷ πᾶν τὸ ὕδωρ μένει πιεζούμενον ὑπὸ τοῦ ἀέρος, ἕως ἂν ἀπωσθῇ πάλιν ὑπ’ αὐτοῦ· τῆς δὲ ἀρχῆς μενούσης καὶ τὸ ἄλλο ἐξ αὐτῆς κρέματαί ὕδωρ ἐν καὶ συνεχές.

---

Anaxagoras, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000201.
