# Testimonia 1.351.5-2.309.32

Anaxagoras, Testimonia, 1.351.5 to 2.309.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/1.351.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/1.351.5

τῆς ἀπιστίας τὴν παρὰ μικρὸν τῶν χρωμάτων ἐξαλλαγὴν. εἰ γὰρ δύο λάβοιμεν χρώματα, μέλαν καὶ λευκόν, εἶτα ἐκ ἑτέρου εἰς ἕτερον κατὰ σταγόνα παρεχέοιμεν, οὐ δυνήσεται ἡ ὄψις διακρίνειν τὰς παρὰ μικρὸν μεταβολάς, καίπερ πρὸς τὴν φύσιν ὑποκειμένας. 22 [p. 183] ΑΘΗΝ. epit. B p. 57 D Ἄ. ἐν τοῖς Φυσικοῖς τὸ καλούμενον φησὶν ὀρνίθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκόν. 24 [0] ΑΕΛΛΑΝ. Var. Hist. IV 14 καὶ Ἄναξαγόρας [Ἄναξαρχος Wilamowitz] ἐν τῷ Περὶ βασιλείας φησὶ χαλεπὸν χρήματα συναγείρεσθαι, χαλεπώτερον δὲ φυλακὴν τούτοις περιθεῖναι. 1. DIOG. II 6—15. (6) Ἀναξαγόρας Ἡγησιβούλου ἢ Εὐβούλου Κλαζομένιος, οὗτος ἤκουσεν Ἀναξιμένους, καὶ πρῶτος τῇ ὕλῃ νοῦν ἐπέστησεν, ἀρξάμενος οὕτω τοῦ συγγράμματος. ὁ ἐστὶν ἥδως καὶ μεγαλοφρόνως ἠρμηνευμένον· ‘πάντα χρήματα ἦν ὁμοῦ· εἶτα νοῦς ἐλθὼν αὐτὰ διεκόσμησεν.’ [= fr. 17 Schaubach; 20 vgl. 46 B 1], παρὸ καὶ Νοῦς ἐπεκλήθη, καὶ φησὶ περὶ αὐτοῦ Τίμων ἐν τοῖς Σιλλοῖς καὶ ποῦ Ἀναξαγόρην φάσ’ ἐμμεναι, ἀλκιμον ἥρω Νοῦν, ὅτι δὴ νόος αὐτῷ, ὃς ἐξάπινος ἐπεγείρας πάντα συνεσφήκωσεν ὁμοῦ τεταραγμένα πρόσθεν. 25 οὗτος εὐγενείᾳ καὶ πλοῦτῳ διαφέρων ἦν, ἀλλὰ καὶ μεγαλοφροσύνη, ὃς γε τὰ πατρῶια τοῖς οἰκείοις παρεχώρησε. (7) αἰτιαθεὶς γὰρ ὑπ’ αὐτῶν ὡς ἀμελῶν· ‘τί οὖν, ἔφη, οὐχ ὑμεῖς ἐπιμελεῖσθε;’ καὶ τέλος ἀπέστη καὶ περὶ τὴν τῶν φυσικῶν θεωρίαν ἦν οὐ φροντίζων τῶν πολιτικῶν. ὥστε καὶ πρὸς τὸν εἰπόντα ‘οὐδὲν σοι μέλει τῆς πατρίδος,’ ‘εὐφήμει, ἔφη, ἐμοὶ γὰρ καὶ σφόδρα μέλει τῆς πατρίδος’ 30 δεῖξας τὸν οὐρανόν. λέγεται δὲ κατὰ τὴν Ξέρσου διάβασιν εἴκοσιν ἔτων εἶναι, βεβιωκέναι δὲ ἑβδομήκοντα δύο. φησὶ δ’ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς [fr. 36 Jacoby] γεγενήσθαι αὐτὸν τῇ ἑβδομηκοστῇ ὀλυμπιάδι [500—497], τεθνῆκέναι δὲ τῷ πρώτῳ 35 ἔτει τῆς ὀγδοηκοστῆς ὀγδόης [428]. ἤρξατο δὲ φιλοσοφεῖν Ἀθήνησι ἐπὶ Καλλίου [456; oder = Καλλιάδου 480 ἔτων εἴκοσιν ὢν, ὡς φησὶ Δημήτριος ὁ Φαληρεύς ἐν τῇ· τῶν Ἀρχόντων ἀναγραφῇ [FHG II 362 fr. 2], ἔνθα καὶ φασιν αὐτὸν ἔτη

---

Anaxagoras, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000201.
