# Testimonia 2.311.2-12

Anaxagoras, Testimonia, 2.311.2 to 2.311.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/2.311.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/2.311.2

ἔστι καὶ ἡμῶν εἰς αὐτόν· ἥλιον πυρόεντα μύδρον ποτ’ ἔφασκεν ὑπάρχειν, καὶ διὰ τοῦτο θανεῖν μέλλεν ’Αναξαγόρας· ἀλλ’ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δ’ αὐτὸν ἔξαγαγεν βίου μαλθακίῃ σοφίῃ. γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς ’Αναξαγόραι, ὧν ἐν οὐδενὶ πάντα [?]. ἀλλ’ ὁ μὲν ἦν ρήτωρ Ἰσοκράτειος· ὁ δὲ ἀνδριαντοποιός, οὐ μέμνηται ’Αντίγονος [p. 10 Wilam.]· ἄλλος γραμματικὸς Ζηνόδοτειος. 2. HARR. ’A. σοφιστὴς Ἡγησίουλου υἱὸς Κλαζομένιος ’Αναξιμένους μαθητὴς Μιλῆσιον. Νοῦς δ’ ἐπεκαλεῖτο, ἐπεὶ ὕλην τε καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν ὁ τὸν ἥλιον μύδρον εἰπὼν διάπυρον. 3. SUID. ’A. — διάπυρον [aus p. 2], τοῦτέστι πύρινον λίθον. ἔφυγε δὲ ἐξ ’Αθηνῶν Περικλέους αὐτῷ συνειπόντος. καὶ ἐλθὼν ἐν Λαμψάκῳ ἐκεῖσε καταστρέφει τὸν βίον ἀποκαρτερήσας. ἐξῆγαγε δὲ τοῦ ζῆν ἑαυτὸν ἐτῶν δ. διότι ὑπ’ ’Αθηναίων ἐνεβλήθη ἐν δεσμοτηρίῳ οἷα τινα καινὴν δόξαν τοῦ θεοῦ παρεισφέρων. Aus unbekannter Quelle. 4*. MARM. PAR. ep. 60 ἀφ’ οὐ Εὐριπίδης ἐτῶν ὧν ΔΔΔΙΙΙΙ τραγωιδία πρῶτον ἐνίκησεν. ἔτη ΗΦΔΔΠΙΙΙ ἀρχοντος ’Αθηναίων Διφιλοῦ [442/1]· ἦσαν δὲ κατ’ Εὐριπίδην Σωκράτην τε καὶ ’A.

---

Anaxagoras, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000201.
