# Testimonia 2.323.1

Anaxagoras, Testimonia, 2.323.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/2.323.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/2.323.1

τοῦ αὐλοῦ, μὴ συρρεῖν τὸ ὕδωρ αἴτιον, ὅτι τὸ ὕδωρ εἰσῖον εἰς τὴν κλεψύδραν ἐξωθεῖ βία τὸν ἀέρα ἐξ αὐτῆς. σημεῖον δὲ ἐστὶ τὸ γινόμενον ἐν ταύτῃ πνεῦμα καὶ ἔρυγμός. εἰσιόντος δὲ τοῦ ὕδατος βία ὑθομένου (näm1. ὁ ἀήρ, εἰσπίπτει εἰς τὸν αὐλὸν αὐτῆς καθάπερ τὰ ἐμπιεστὰ ξύλα ἢ χαλκὸς τῇ διαιρέσει πιεζόμενος ὁ μένει ἄνευ παντὸς ἄλλου συνδέσμου. <ῥαδίως δὲ ἐξάλλεται, ὅταν> ἐκκρουσθῇ ἐκ τοῦ ἐναντίου, καθάπερ τοὺς καταφύτας ἐπιούρους ἐν τοῖς ξύλοις ἐκκρούουσι. συμβαίνει δὲ τοῦτο ἀνοιχθέντος τοῦ αὐλοῦ γίνεσθαι διὰ τὰ προειρημένα. ἡ οὖν διὰ ταῦτα εἰκὸς ἐστιν αὐτὸ μὴ ἐκρεῖν ἢ ἐξικέναι κωλύοντος βιαίου ἀέρος καὶ πνευματουμένου. δηλοῖ δὲ ὁ ψόφος ἐπισπάσθαι τῷι πνεύματι τὸ ὕδωρ ἄνω, ὥσπερ ἐπὶ πολλῶν συμβαίνει γίνεσθαι. ἐπισπώμενον δὲ καὶ συνεχὲς ὂν αὐτῷι πᾶν τὸ ὕδωρ μένει πιεζόμενον ὑπὸ τοῦ ἀέρος, ἕως ἂν ἀπωσθῇ πάλιν ὑπ’ αὐτοῦ· τῆς δὲ ἀρχῆς μενούσης καὶ τὸ ἄλλο ἐξ αὐτῆς κρέματαί ὕδωρ ἐν καὶ συνεχές. Vgl. A 68 (S. 306, 21). 115 und Emped. 21 B 100.

---

Anaxagoras, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000201.
