# Testimonia 2.328.7-2.329.8

Anaxagoras, Testimonia, 2.328.7 to 2.329.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/2.328.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/2.328.7

112. Αἵτ. ν 19,23 (D. 430) οἱ περὶ Ἐπίκουρον . . . ἐκ μεταβολῆς τῆς ἀλλήλων γεννᾶσθαι τὰ ζῷια· μέρη γὰρ εἶναι τοῦ κόσμου ταῦτα, ὡς καὶ Ἄ. καὶ Εὐριπίδης· ‘θνῄσκει — ἀπέδειξεν’. Vgl. dessen Chrysippos fr. 839: Γαῖα μεγίστη καὶ Διὸς Αἰθήρ, ὁ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ, ἢ δ’ ὑγροβόλους σταγόνας νοτίας παραδεξαμένη τίκτει θνητούς, τίκτει δὲ βορὰν φύλα τε θηρίων, ὧθεν οὐκ ἀδίκως μήτηρ πάντων νενομίσται. χωρεῖ δ’ ὀπίσω τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν 10 τὰ δ' ἀπ' αἰθερίου βλαστόντα γονῆς εἰς οὐράνιον πάλιν ἦλθε πόλον· θνήσκει δ' οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ' ἄλλο πρὸς ἄλλου μορφὴν ἑτέραν ἀπέδειξεν. [Vgl. B. 17.] 114. ARIST. de gener. anim. Γ 6. 756b 13 εἰσὶ γὰρ τινες οἱ λέγουσι κατὰ τὸ στόμα μείγνυσθαι τοὺς τε κόρακας καὶ τὴν ἰβιν καὶ τῶν τετραπόδων τίκτειν κατὰ τὸ στόμα τὴν γαλήν. ταῦτα γὰρ καὶ Ἀ. καὶ τῶν ἄλλων τινὲς φυσικῶν λέγουσι λίαν ἀπλῶς καὶ ἀσκέπτως λέγοντες. 115. - de respir. 2. 470b 30 Ἀ. δὲ καὶ Διογένης πάντα φάσκοντες ἀναπνεῖν περὶ τῶν ἰχθύων καὶ τῶν ὀστρείων λέγουσι τίνα τρόπον ἀναπνεοῦσιν. καὶ φησιν Ἀ. μέν, ὅταν ἀφῶσι τὸ ὕδωρ διὰ τῶν βραγχίων, τὸν ἐν τῷ στόματι γινόμενον ἀέρα ἕλκοντες ἀναπνεῖν τοὺς ἰχθύς. οὐ γὰρ εἶναι κενὸν οὐδέν. 116. PLUT. quaest. phys. 1. 911 D ζῴων γὰρ ἔγγειον τὸ φυτὸν εἶναι οἱ περὶ Πλάτωνα καὶ Ἀναξαγόραν καὶ Δημόκριτον οἴονται.

---

Anaxagoras, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000201.
