# Testimonia 1.494.4

Anaxarchus, Testimonia, 1.494.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anaxarchus-phil/testimonia/1.494.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxarchus-phil/testimonia/1.494.4

6. — — 10, 5 ὑπὲρ δὲ τῆς προσκυνήσεως ὅπως ἠναντιώθη Ἀλεξάνδρωι καὶ τοιούδε κατέχει λόγος. ἐγχεισθαι μὲν γὰρ τῷι Ἀλεξάνδρωι πρὸς τοὺς σοφιστάς τε καὶ τοὺς ἄμφ’ αὐτὸν Περσῶν καὶ Μήδων τοὺς δοκιμωτάτους μνήμην τοῦ λόγου τοῦδε ἐν πότῳι ἐμβαλεῖν· ἀρξαι δὲ τοῦ λόγου Ἀναξάρχον, ὡς πολὺ δικαιότερον ἂν θεὸν νομιζόμενον Ἀλέξανδρον Διονύσον τε καὶ Ἡρακλέους, μὴ ὅτι τῶν ἔργων ἕνεκα ὅσα καὶ ἥλικα καταπέπρακται Ἀλεξάνδρωι, ἀλλὰ καὶ ὅτι Διόνυσος Θυβαῖος μὲν ἦν οὐδὲν τι προσήκων Μακεδόσι, καὶ Ἡρακλῆς Ἀργεῖος οὐδὲ οὕτως προσήκων ὅτι μὴ κατὰ γένος τὸ Ἀλεξάνδρου· Ἡρακλέην γὰρ εἶναι Ἀλέξανδρον· Μακεδόνας δὲ αὐ τὸν σφῶν βασιλέα δικαιότερον θείαις τιμαῖς κοσμοῦντας. καὶ γὰρ οὐδὲ ἔκεινο εἶναι ἀμφίλογον ὅτι ἀπελθόντα γε ἐξ ἀνθρώπων ὡς θεὸν τιμήσουσι· πῶσι δὴ δικαιότερον ζῶντα γεραίρειν ἢπερ τελευτήσαντα ἐς οὐδὲν ὠφελος τῷι τιμωμένωι. c. 11 λεχθέντων δὲ τούτων τε καὶ τοιούτων λόγων πρὸς Ἀναξάρχον τοὺς μὲν

---

Anaxarchus Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000203.
