# Testimonia 1.31.3

Anaximander, Testimonia, 1.31.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anaximander/testimonia/1.31.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaximander/testimonia/1.31.3

μεθ’ ὃν Ἀναξιμάνδρον Θάλητος ἑταῖρον γεγόμενον τὸ ἄπειρον φάναι τὴν πᾶσαν αἰτίαν ἔχειν τῆς τοῦ παντὸς γενέσεώς τε καὶ φθορᾶς, ἐξ οὗ δὴ φησι τοὺς τε οὐρανοὺς ἀποκεκρίσθαι καὶ καθόλου τοὺς ἅπαντας ἀπείρους ὄντας κόσμους. ἀπερήνατο δὲ τὴν φθορὰν γίνεσθαι καὶ πολὺ πρότερον τὴν γένεσιν ἐξ ἀπείρου αἰῶνος ἀνακυκλουμένων πάντων αὐτῶν. ὑπάρχειν δὴ φησι τῷι μὲν σχήματι τὴν γῆν κυλινδροειδή, ἔχειν δὲ τοσοῦτον βάθος ὅσον ἂν εἴη τρίτον πρὸς τὸ πλάτος. φησι δὲ τὸ ἐκ τοῦ αἰδίου γόνιμον θερμοῦ τε καὶ ψυχροῦ κατὰ τὴν γένεσιν τοῦδε τοῦ κόσμου ἀποκριθῆναι καὶ τινα ἐκ τούτου φλογὸς σφαῖραν περιφύηναι τῷι περὶ τὴν γῆν ἀέρι ὡς τῷι δένδρωι φλοιόν· ἧστινος ἀπορραγείσης καὶ εἰς τινας ἀποκλεισθείσης κύκλους ὑποστῆναι τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας. ἐτι φησίν, ὅτι κατ’ ἀρχὰς ἐξ ἀλλοειδῶν ζώων δ

---

Anaximander, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000207.
