# Fragmenta 1-3

Andron Halicarnassensis, Fragmenta, 1 to 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/andron-halicarnassensis/fragmenta/1

Ἄνδρων δὲ ὁ Ἁλικαρνασσεὺς Ὠκεανόν φησι γῆμαι δύο γυναῖκας, Πομφολύγην καὶ Παρθενόπην, ἐξ ὧν τέσσαρας θυγατέρας γεννᾷ, τῆς μὲν Ἀσίαν καὶ Λιβύην, θατέρας δὲ Εὐρώπην καὶ Θρᾴκην, ἀφ ̓ ὧν λέγει καὶ κληθῆναι τὰς χώρας. Παρνασὸς, ὄρος ἐστὶ Δελφῶν, ἀπὸ Παρνασοῦ ἐγχωρίου ἥρωος. Ἄνδρων δέ φησιν, ἐπειδὴ προσώρμισεν ἡ λάρναξ τοῦ Δευκαλίωνος· καὶ τὸ μὲν πρότερον Λαρνησσὸς ἐκαλεῖτο, ὕστερον δὲ κατ ̓ ἐναλλαγὴν τοῦ λ εἰς π, Παρνασσός. Ὠνομάσθη δὲ Παρνασσὸς ἀπὸ Παρνησσοῦ τοῦ ἐγχωρίου ἥρωος, ὡς Ἑλλάνικος. Ἄνδρων δὲ, ἐπεὶ προσωρμίσθη ἡ λάρναξ τοῦ Δευκαλίωνος· καὶ τοπρότερον Λαρνασσὸς ἐκαλεῖτο, ὕστερον δὲ κατὰ φθορὰν τοῦ στοιχείου Παρνασσός. Καὶ οἱ Κρῆτες Δωριεῖς ἐκαλοῦντο· Δωριέες τε τριχάῖκες, δῖοί τε Πελασγοί (Od. XIX, 177). Περὶ ὧν ἱστορεῖ Ἄνδρων, Κρητὸς ἐν τῇ νήσῳ βασιλεύοντος, Τέκταφον τὸν Δώρου τοῦ Ἕλληνος, ὁρμήσαντα ἐκ τῆς ἐν Θετταλίᾳ τότε μὲν Δωρίδος, νῦν δὲ Ἱστιαιώτιδος καλουμένης, ἀφικέσθαι εἰς Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελασγῶν, τῶν οὐκ ἀπαράντων εἰς Τυρρηνίαν.

---

ANDRON HALICARNASSENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1123.tlg002.local002/.
