# De Passionibus (Lib. 1) [Sp.] 175.1

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.], 175.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/175.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/175.1

αὐθὶς μὲν ἀποκλεῖειν, εἶτα δὲ σημαίνειν, εἶτα δ’ ἀναβάλλειν ὁπίσω πάλιν ἔσω τὸν δακτύλιον διὰ τοῦ κλεΐθρου. Τοῦτο οὖν τὸ σοφὸν οἱ δοῦλοι κατανοήσαντες, ἐπειδὴ προεῖ Λακύδης εἰς περίπατον, ἡ ὅποι ἀπῆλθε, καὶ αὐτοὶ ἀνοίξαντες ἀν, κάπεται ὡς σφίσι τὴν θυμόν, τὰ μὲν φαγόντες, τὰ δ’ ἐμπιόντες, ἄλλα δὲ ἀφάμενοι, ἐκ περιόδου ταῦτα ἐποιοῦν, ἀπέκλειον μὲν, ἐσημαίνοτο δέ, καὶ τὸν δακτύλιον, πολλά γε αὐτοὺς καταγελάσαντες, εἰς τὸν οἶκον διὰ τοῦ κλεΐθρου ἤρεισαν. Ὁ Λακύδης οὖν πλήρη μὲν καταλιπών, κενὰ δὲ εὐρισκόμενος τὰ σκεύη, ἀπορῶν τῷ γινομένῳ, ἐπειδὴ ἤκουε φιλοσοφεῖσθαι παρὰ τῷ Ἀρκεσιλάῳ τὴν ἀκαταληψίαν, ὧστε τοῦτο ἐκεῖνο αὐτῷ συμβαίνειν περὶ τὸ ταμεῖον. Ἀρξάμενος δὲ ἐνθεν, ἐφιλοσόφησε παρὰ τῷ Ἀρκεσιλάῳ, μηδὲν μήτε ὁρᾶν, μήτε ἀκούειν ἐναργῶς, ἢ δγέες. Καὶ ποτε ἐπισπασάμενος τῶν προσομιλοῦντων αὐτῷ τινὰ εἰς τὴν οἰκίαν, ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφύως, ὡς ἐδόκει, τὴν ἐποχήν, καὶ ἔφη· τοῦτο μὲν ἀναμφίλεκτον ἐγώ σοι ἐγὼ φράσαι, αὐτὸς ἀπ’ ἑαυτοῦ μαθών, οὐκ ἄλλου πειραθείς. Κάπεται ἀρξάμενος περιηγέτο τὴν θύραν τοῦ ταμείου συμβάσας αὐτῷ πᾶσιν. Τί οὖν ἄν, εἴπεν, ἐτι Ζήνων λέγοι πρὸς οὕτως ὁμολογουμένην διὰ πάντων φανερὰν μοι ἐν τοῖς τοιούτοις ἀκαταληψίαν; δὲ γὰρ ἀπέκλεισα μὲν ταῖς ἑαυτοῦ χερσίν, αὐτὸς δὲ ἐσημηνάμην. αὐτὸς δὲ ἀφήκα μὲν εἴσω τὸν δακτύλιον· αὐθὶς δ’ ἐλθὼν ἀνέλιξας, τὸν μὲν δακτύλιον ὁρῶ

---

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000223.
