# De Passionibus (Lib. 1) [Sp.] 355.2

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.], 355.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/355.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/355.2

* Καὶ τούτων τὸν τρόπον πᾶσα ἐπιστήμη τὸ ἴδιον ἔργον καλῶς ἀποτελεῖ. Διὰ τοῦτο καὶ εἰώθαμεν λέγειν ἐν τοῖς εὖ ἔχουσι τῶν ἔργων, ὅτι οὔτε ἀφελεῖν ἐστιν, οὔτε προσθεῖναι· δεικνύντες ὅτι καὶ τὴν ὑπερβολὴν ὁμοίως καὶ τὴν ἔλλειψιν φεύγει, ὡς τῶν μὲν διαφθερουσῶν τὸ τῶν ἔργων ἀγαθόν, τῆς δὲ μεσότητος μόνης σώζουσης. Ἐπεὶ δὲ ἡ ἀρετὴ πάσης τέχνης ἀκριβέστερα καὶ ἀμείνων ἐστίν, καθάπερ καὶ ἡ φύσις, τὸ μέσον ἄν καὶ αὐτὴ σκοποῖη. Ἀρετὴν δὲ λέγω οὐ τὴν διανοητικήν, (ἄλλως γὰρ τὸ κατ’ αὐτὴν ἔχει) ἀλλὰ τὴν ἠθικήν· αὕτη γὰρ ἐστὶ περὶ πάθη καὶ πράξεις· ἢ καὶ πλεῖω καὶ μειζῶ τοῦ δεόντος καὶ ἔλάττω δυνατόν εἶναι. Καὶ διὰ τοῦτο καὶ τὸ δέον ἐστιν ἐν αὐτοῖς, δηλονότι τὸ ἴσον. Καὶ γὰρ ἐστὶ καὶ φοβηθῆναι, καὶ θαρρήσαι, καὶ ἐπιθυμῆσαι, καὶ μισῆσαι, καὶ ὀργισθῆναι, καὶ ἐλεῆσαι, καὶ ὅλιως ἡσθῆναι καὶ λυπηθῆναι μᾶλλον καὶ ἧττον, καὶ ἀμφότερα οὐ καλῶς. Τὸ δὲ παθεῖν πάντα πάντα, ὅτε δεῖ, καὶ ὡς δεῖ, καὶ ἕφ’ οἷς δεῖ, καὶ πρὸς οὓς δεῖ, καὶ οὐ ἕνεκα δεῖ, μέσον ἐστὶ καὶ ἄριστον, ἐν ᾧ ἡ ἀρετὴ γίνεται. Ὁμοίως δὲ ἔχει καὶ περὶ τὰς ἀποτελουμένας ὑπὸ τῶν παθῶν πράξεις· ἐστι γὰρ καὶ ἐν αὐταῖς ὑπερβολή, καὶ ἔλλειψις, καὶ μεσότης. Ἐπεὶ τοίνυν ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις καταγίνεται, τῶν δὲ παθῶν καὶ τῶν πράξεων τὸ μέσον δεὶ καὶ κατορθωμα ὀνομάζεται καὶ ἐπαινεῖται, ἄπερ ἄμψω προσήκει τῇ ἀρετῇ, φανερὸν ὅτι οὔτε ὑπερβολὴ οὔτε ἔλλειψις, ἀλλὰ μεσότης ἐστὶν ἡ ἀρετή, τὸ μέσον δεὶ σκοποῦσα.

---

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000223.
