# De Passionibus (Lib. 1) [Sp.] 433.2

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.], 433.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/433.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/433.2

Τὸ μὲν οὖν πολιτικὸν δίκαιον διὰ τοῦτο κυρίως δίκαιον λέγεται. Τὸ δὲ πατρικὸν καὶ δεσποτικὸν οὐκἐτὶ· οὐ γὰρ δύναταί τις πρὸς ἑαυτὸν καὶ τὸ ἴδιον μέρος ἄδικος εἶναι, οὐδὲ τὸ ἴδιον κτῆμα προαιρεῖσθαι τις βλάπτειν· ἐστὶ δὲ ὥσπερ μέρος τῷ πατρὶ τὸ τέκνον, ὥς ὑπ’ αὐτὸν ἐστι, καὶ τῆς αὐτοῦ προνοίας ἐξηρτημένον ἐστίν· ὁμοίως δὲ καὶ ὁ δοῦλος ὠφελεία τις τοῦ δεσπότου ἐστὶ, καθόσον ἐστὶ δοῦλος, καὶ ὡς ἂν ἢ οὐδεὶς δὲ τῇ ἑαυτοῦ ὠφελεία ἐπιβουλεύει. Ἐν οἷς δὲ οὐ δυνατὸν ἀδικίαν εἶναι, οὐδὲ τὸ κυρίως δίκαιόν ἐστιν, b δ ἐστὶ τὸ πολιτικόν, ἀλλὰ ὅμοιον αὐτῷ. Τὸ γὰρ πολιτικόν, καθὼς εἴρηται, ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἐστι c νόμος· ἐν πατρὶ δὲ καὶ υἱῷ καὶ δεσπότῃ καὶ δούλῳ διὰ τὰ εἰρημένα οὐκ ἐστὶ νόμος, ὅτι μηδὲ ἀδικία, d ἀλλὰ ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἰσότης τοῦ ἄρχειν καὶ ἄρχεσθαι· διὸ μᾶλλον δοκεῖ δίκαιον εἶναι τὸ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα, ἢ πρὸς υἱὸν καὶ κτῆματα· τοῦτο γὰρ ἐστὶ τὸ οἰκονομικὸν δίκαιον, καὶ μᾶλλον ἔοικε τῷ πολιτικῷ· ἐστὶ δὲ ὅμως καὶ αὐτὸ ἄλλο παρὰ τὸ πολιτικόν.

---

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000223.
