# De Passionibus (Lib. 1) [Sp.] 449.2

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.], 449.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/449.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/449.2

* Τρία τοίνυν ἐστὶν ἐν τῇ ψυχῇ τὰ κύρια πράξεως καὶ ἀληθείας. Ἀληθείας μὲν κύρια νοῦς καὶ αἴσθησις, ὅτι ἑκάτερον γνώσις ἐστιν· ἡ δὲ γνώσις τέλος ἔχει τὴν ἀλήθειαν· πράξεως δέ, ἡ ὁρέξις· ἐν αὐτῇ γὰρ ἐστὶ πᾶσα πράξεως ἀρχή, καὶ παντὸς ἔργου αὕτη αἰτία· ὁ μὲν γὰρ νοῦς γινώσκει ὅτι τοῦτο τι δεόν ποιῆσαι· ἡ δὲ εἰς τὴν πρᾶξιν κίνησις ἀπὸ τῆς ὁρέξεως γίνεται· ἡ δὲ αἴσθησις οὐδεμιᾶς ἐστὶν ἀρχὴ πράξεως. Δῆλον δὲ ἀπὸ τῶν ἀλόγων, καὶ γὰρ αἰσθῆσιν ἔχοντα οὐ δύνανται ποιεῖν ἔχειν· πρᾶξις γὰρ ἐστὶν ἡ μετὰ βουλεύσεως ἐνέργεια· ὥστε ἡ μὲν αἴσθησις οὐδεμιᾶς αἰτία πράξεως, ὁ δὲ νοῦς καὶ ἡ ὁρέξις πασῶν πράξεων εἰσὶν ἀρχή· ὁ μὲν τὰ δεόντα διδάσκων, ἡ δὲ ἐπὶ τὸ πράττειν κινοῦσα.

---

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000223.
