# De Passionibus (Lib. 1) [Sp.] 48.2

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.], 48.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/48.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/48.2

ἔστι θεωρεῖν, ὅταν τὰς περὶ τὸν κόσμον ἐνεργείας λέγῃ τις τῶν θεῶν, ὥσπερ ἤδη τινὲς χρόνον μὲν τὸν Κρόνον ἐνόμισαν b, τὰ δὲ μέρη τοῦ χρόνου παῖδας τοῦ δλοῦ καλέσαντες καταπεῖνθαι ὑπὸ τοῦ πατρὸς τοὺς παῖδας φασιν. Ὁ δὲ ψυχικὸς τρόπος ἐστίν c, αὐτῆς τῆς ψυχῆς τὰς ἐνεργείας σκοπεῖν, ὅτι καὶ τῶν ψυχῶν αἱ νοήσεις, κλὴν εἰς τοὺς ἄλλους προελθούσιν, ἀλλ’ οὖν ἐν τοῖς γεννήσασθαι μένουσιν. Ἱλιχὸς δὲ ἐστὶ καὶ ἔσχατος, ὅφ’ ἧς μάλιστα οἱ Αἰγύπτιοι δι’ ἀπαιδευσίαν ἐχρῆσαντο d, αὐτὰ τὰ σώματα θεοὺς νομίσαντες καὶ καλέσαντες· καὶ Ἰσιν μὲν τὴν γῆν e, Ὀσirin δὲ τὸ ὕδρον f, Τυφῶνα δὲ τὴν θερμότητα, ἢ Κρόνον μὲν ὕδωρ, Ἀδωνιν δὲ καρπούς g, Διόνυσον δὲ οἶνον. Ταῦτα δὲ ἀνακείσθαι μὲν θεοὺς λέγειν, ὥσπερ καὶ βοτάνας καὶ λίθους καὶ ζῷα, σωφρονοῦντων ἐστὶν ἀνθρώπων, θεοὺς δὲ καλεῖν μαινομένων, εἰ μὴ ἄρα ὥσπερ τοῦ ἡλίου τὴν σφαῖραν, καὶ τὴν ἀπὸ τῆς σφαῖρας ἀκτίνα ἥλιον ἐν συνήθειά καλοῦμεν. Τὸ δὲ μικτὸν εἶδος τῶν μύθων ἐν πολλοῖς μὲν καὶ ἄλλοις ἐστὶν ἰδεῖν· καὶ μέντοι καὶ ἐν συμποσίῳ φασι τῶν θεῶν τὴν Ἑρην μῆλον βίῃμα χρυσοῦν, καὶ περὶ τοῦτο τὰς θεὰς φιλονεικοῦσας ὑπὸ τοῦ Διὸς πρὸς τὸν Πάριν περιφθηναι κριθησομένας· τῷ δὲ καλὴν τε φανῆναι τὴν Ἀφροδίτην, καὶ ταύτῃ δοῦναι τὸ μῆλον. Ἐνταῦθα γὰρ τὸ μὲν συμποσίον τὰς ὑπεροχουσίας δυνάμεις δηλοῖ τῶν θεῶν· καὶ διὰ τοῦτο μετ’ ἀλλήλων

---

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000223.
