# De Passionibus (Lib. 1) [Sp.] 486.2

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.], 486.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/486.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/486.2

* Ἐπὶ ταῖς μᾶλλον φυσικαῖς ὀρέξεσιν ἀκολουθεῖν κουφότερον κακῶν τοῦ ἐπεσθαι ταῖς ἤττον φυσικαῖς· μᾶλλον γὰρ ἀξιοῦται τοῦ τοιούτου συγγνώμης· ἀλλὰ ἢ τοῦ θυμοῦ ἄκρασία φυσικώτερον τῆς ἄκρασίας τῶν ἐπιθυμιῶν· λέγω δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμιῶν καὶ τῶν ὑπερβαλλουσῶν, οἷον χρηματίζειν καὶ δοξεῖν· ὥστε ἀνεκτότερον κακὸν ἢ τοῦ θυμοῦ ἄκρασία τῆς τῶν ἐπιθυμιῶν, ὅτι δὲ τὸ μᾶλλον φυσικὸν μᾶλλον συγγνωστόν, δῆλον. Ἐγκαλούμενος γὰρ τις ὅτι τύπτει τὸν πατέρα, ἀπελογεῖτο φυσικὸν αὐτῷ εἶναι τὸν θυμὸν τὸν τοιούτον, καὶ τὴν περὶ αὐτὸν ἄκρασίαν, καὶ γὰρ καὶ τὸν πατέρα αὐτοῦ τοιούτων εἶναι πατραλαίαν, καὶ ἐπὶ τὸν πάππον, καὶ τὸν ἑαυτοῦ υἱὸν ἐξεσθαι, καὶ τυπτήσεν αὐτὸν ἐπειδὰν ἀνήρ γέννηται· καὶ τις ἐλκόμενος ὑπὸ τοῦ υἱοῦ ἐχέλευεν αὐτὸν πρὸς τὰς θύρας παύεσθαι. Καὶ γὰρ ἐγὼ τὸν πατέρα τὸν ἐμὸν εἵλκυσα, φησίν, μέχρις ἐνταῦθα· φαίνεται τοίνυν ὅτι ἀπολογίαν τινὰ διδοῦσι τοῖς αἰσχροῖς, τὸ περιχεῖναι πρὸς αὐτά, καὶ ἀνεκτότερον ποιεῖ τὸ ἔγκλημα. Ὅτι δὲ καὶ φυσικώτερον ἢ τοῦ θυμοῦ ἄκρασία τῆς τῶν ἐπιθυμιῶν, δῆλον· ἀπλῶς γὰρ θυμοῦσθαι φυσικώτερόν ἐστι τοῦ ἐπιθυμεῖν τῶν μὴ ἀναγκαίων· τὸ μὲν γὰρ θυμοῦσθαι διὰ σωτηρίαν τῆς φύσεως ἐνετέθη τῇ φύσει, ἵνα τὸ βλαβερόν ἀποφεύγεται, καὶ εἰς τοῦτο φέρει· ἢ δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμία οὐκέτι, ἐστὶ γὰρ καὶ ἄνευ νίκης ἢ τιμῆς διασῴζειν τὴν φύσιν· διὰ τοῦτο καὶ κοινώτερον τὸ θυμοῦσθαι τῶν ἐπιθυμιῶν τῶν μὴ ἀναγκαίων· τὸ μὲν γὰρ καὶ πᾶσιν ἀνθρώποις καὶ πᾶσι ζῴοις προσέστιν, αἱ δὲ οὐδὲ πᾶσιν ἀνθρώποις. Ἐπεὶ δὲ τὸ θυμοῦσθαι τῶν τοιούτων ἐπιθυμιῶν φυσικώτερον, καὶ αἱ ὑπερβολαὶ τοῦ θυμοῦ φυσικώτεραι τῆς τῶν ἐπιθυμιῶν ὑπερβολῆς, ἢ ἄρα τοῦ θυμοῦ ἄκρασία φυσικώτερον, καὶ διὰ τοῦτο τοῦτο αἰσχρὰ τῆς ἐπιθυμιῶν.

---

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000223.
