# De Passionibus (Lib. 1) [Sp.] 511.2

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.], 511.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/511.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/511.2

Κεφ. δ’. Περὶ τῆς διὰ τὸ ἀγαθὸν φιλίας, ὅτι αὕτη ἐστὶν ἡ τελεία φιλία. * Ἡ δὲ διὰ τὸ ἀγαθὸν φιλία ἡ τῶν ἀγαθῶν καὶ κατ’ ἀρετὴν ὁμοίων a τελεία ἐστὶ καὶ καθ’ αὑτό. Βούλονται γὰρ ἀλλήλοις οὕτοι τὰ ἀγαθά, ὅτι αὐτοὶ ἀγαθοὶ εἰσιν, οὐ δι’ ἄλλο, ἀλλὰ καθ’ ἑαυτούς· οἱ δὲ βουλόμενοι τὰ ἀγαθὰ τοῖς φίλοις οὐχ ἑαυτῶν ἕνεκα, ἀλλὰ τῶν φίλων, οὕτοί εἰσιν οἱ μάλιστα φίλοι· δι’ αὐτοὺς γὰρ τοὺς φίλους φιλοῦσι, καὶ βούλονται αὐτοῖς τὰ ἀγαθά, καὶ οὐ δι’ ἄλλο καὶ κατὰ συμβεβηκός· ἡ τοιαύτη δὲ φιλία καὶ βεβαία ἐστὶ καὶ μόνιμος· διαμένει γὰρ ἕως ἂν ἀγαθοὶ ὦσιν οἱ φίλοι καὶ σπουδαῖοι, καὶ ἀγαθὸς χαίρωσιν· ἡ γὰρ ἀρετὴ μόνιμόν ἐστι· καὶ ἐστὶν ἐκάτερος αὐτῶν καὶ καθ’ ἑαυτὸν ἀπλῶς ἀγαθός, καὶ τῷ φίλῳ ἀγαθός· οἱ γὰρ ἀγαθοὶ καὶ καθ’ ἑαυτοὺς ἀγαθοὶ εἰσι καὶ ἀλλήλοις. Ὁμοίως δὲ καὶ ὠφελιμοὶ εἰσι καὶ ἡδεῖς· οἱ γὰρ καθ’ ἑαυτοὺς καὶ ἀπλῶς ἀγαθοὶ καὶ ἀλλήλοις ἡδεῖς εἰσιν. Ἕκαστος γὰρ χαίρει ταῖς ἑαυτοῦ πράξεσι, καὶ διὰ τοῦτο ἡδεῖται καὶ ταῖς τῶν ἄλλων, ὅταν ὁμοίαι ὦσι ταῖς αὐτοῦ πράξεσιν, ἢ αἱ αὐταί· αἱ δὲ τῶν σπουδαίων καὶ ἀγαθῶν πράξεις αἱ αὐταὶ καὶ ὁμοίαι εἰσιν ὥστε φανερὸν, ὅτι οἱ σπουδαῖοι ἡδεῖς εἰσι καὶ ἑαυτοῖς καὶ ἀλλήλοις. Διὰ τοῦτο ἡ τοιαύτη φιλία μόνιμός ἐστιν. Ἄ γὰρ ἰδία αἱ ἄλλαι ἔχουσι φιλίαι, καὶ ὧν ἐστι χρεία τοῖς φίλοις, ταῦτα πάντα μόνη αὕτη ἡ φιλία συνειληφέν ἐν ἑαυτῇ· καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἔχει, καὶ τὸ ἡδύ, καὶ τὸ χρήσιμον· τῷ γὰρ ἀγαθῷ καὶ τὸ ἡδὺ ἐπεστὶ καὶ τὸ ὠφελίμον· καὶ ἐστι τὸ τοιούτων ἀγαθὸν οὐ καθ’ ἑαυτὸ μόνον ἀγαθόν, ἀλλὰ καὶ τῷ φιλοῦντι· καὶ ἡδὺ καὶ ὠφελίμον ὁμοίως, οὐ καθ’ ἑαυτὸ μόνον, ἀλλὰ καὶ τῷ φιλοῦντι· καὶ ἡ ὁμοιότης δὲ ποιεῖ

---

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000223.
