# De Passionibus (Lib. 1) [Sp.] 58.2

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.], 58.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/58.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/andronicus-rhodius/de-passionibus-lib-1-sp/58.2

ιγ Κεφ. Πῶς τὰ ἀθῖα λέγεται γίγνεσθαι.ᵃ Περὶ μὲν οὖν θεῶν καὶ κόσμου καὶ τῶν ἀνθρωπίνων πραγμάτων τοῖς μήτε διὰ φιλοσοφίας ἀχθῆναι δυναμένοις, μηδὲ τὰς ψυχὰς ἀνιάτοις, ἀρκέσει ταῦτα. Περὶ δὲ τοῦ μὴ γενέσθαι ταῦτα ποτέ, μηδὲ ἀλλήλων χωρίζεσθαι λείπεται λέγειν, ἐπειδὴ καὶ ἡμεῖς ἐν τοῖς λόγους ὑπὸ τῶν πρώτων τὰ δεύτερα εἴπομεν γίνεσθαι. Πᾶν τὸ γινόμενον ἢ τέχνη, ἢ φύσει, ἢ κατὰ δύναμιν γίνεται. Τὰ μὲν οὖν κατὰ τέχνην ἢ φύσιν ποιούντα πρότερα εἶναι τῶν ποιουμένων ἀνάγκη· τὰ δὲ κατὰ δύναμιν μεθ’ ἑαυτῶν συνίστησι τὰ γινόμενα, ἐπειδὴ καὶ τὴν δύναμιν ἀχώριστον ἔχει· ὡσπερ δὴ ἥλιος μὲν φῶς, πῦρ δὲ θερμότητα, χιὼν δὲ ψυχρότητα. Εἰ μὲν οὖν τέχνη τὸν κόσμον ποιῶσι θεοί, οὐ τὸ εἶναι, τὸ δὲ τοιούδε εἶναι ποιῶσι· πᾶσα γὰρ τέχνη τὸ εἶδος ὁ ποιεῖ. Ποῦθεν οὖν τὸ εἶναι τῷ κόσμῳ; Εἰ δὲ φύσει, πῶς τὸ φύσει ποιούν ὁχ ἑαυτοῦ τι δίδωσι α τῷ γινωμένῳ; ἀσωμάτων δὲ θεῶν ὄντων ἐχρῆν καὶ τὸν κόσμον ἀσώματον εἶναι. Εἰ δὲ τοὺς θεοὺς σώματα λέγοι τις, πόθεν τῶν ἀσωμάτων ἡ δύναμις; Εἰ δὲ τοῦτο συγχωρήσαμεν, φθεῖρομένου τοῦ ψυχροῦ τὸν ποιήσαντα φθεῖρεσθαι ἀνάγκη, εἴπερ κατὰ φύσιν ποιεῖ. Εἰ δὲ μὴ τέχνη μηδὲ φύσει τὸν κόσμον ποιῶσι θεοί, δυνάμει λείπεται μόνον. Πᾶν δὲ τὸ δυνάμει γινόμενον τῷ τὴν δύναμιν ἔχοντι συγυρίσταται. Καὶ οὐδὲ ἀπολέσθαι ποτὲ τὰ οὕτως γινόμενα δύναται, εἰ μὴ τις τοῦ ποιούντος ἀφελοι τὴν δύναμιν· ὥστε οἱ τὸν κόσμον φθεῖροντες θεοὺς μὴ εἶναι λέγουσιν, ἢ θεοὺς εἶναι λέγοντες τὸν θεὸν ποιούσιν ἀδύνατον. Δυνάμει μὲν οὖν πάντα

---

Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000223.
