# Fragmenta 31

Androtio, Fragmenta, Dfhg-Source dfhg1_ANDROTIO. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/androtio/fragmenta/31

Λάϊος, ὁ Οἰδίποδος πατὴρ, παρὰ Φοίβου μαντείαν λαβὼν, ὅτι τιχτόμενος παῖς ἀπ ̓ αὐτοῦ ἀναιρεῖ αὐτὸν, Ἰοκάστην γήμας, γεννᾷ Οἰδίποδα, καὶ τοῦτον ἐκτίθησι Σικυῶνι. Οἱ δὲ ἱπποφορβοὶ ἀναλαβόντες ἔτρεφον αὐτόν. Ἡλικίας δὲ γενόμενος ὁ Οἰδίπους ἦλθεν εἰς Θήβας, ἐπιζητῶν τοὺς γονέας. Ἀποκτείνας δὲ ἀκουσίως τὸν πατέρα, λαμβάνει πρὸς γάμον, οὐκ εἰδὼς, τὴν μητέρα, ἐπιλυσάμενος τὸ τῆς Σφιγγὸς αἴνιγμα, τὸ λέγον, τί δίπους, τί τρίπους, τί τετράπους. (Καὶ λέγομεν, ὅτι τὸ δίπους ἐστὶν ὁ ἄνθρωπος, τὸ τρίπους γέρων βαστάζων βακτηρίαν, καὶ τὸ τετράπους τὸ νήπιον τὸ συρόμενον.) Γίνεται δὲ ἐκ τούτων Ἐτεοκλῆς καὶ Πολυνείκης, καὶ θυγατέρες Ἀντιγόνη καὶ Ἰσμήνη. Ὕστερον δὲ ἡ Ἰοκάστη ἐπιγνοῦσα, ὅτι τῷ παιδὶ παρεμίγη, ἑαυτὴν ἀνήρτησεν. Ὁ δὲ Οἰδίπους, ἐκπεσὼν ὑπὸ Κρέοντος, ἦλθεν εἰς τὴν Ἀττικὴν, καὶ ᾤκησεν Ἱππέα Κολωνὸν καλούμενον, καὶ ἱκέτευεν ἐν τῷ ἱερῷ τῶν θεῶν, Δήμητρος, καὶ Πολιούχου Ἀθηνᾶς καὶ Διός. Ἀγόμενος (δὲ) ὑπὸ Κρέοντος ἔσχεν ἀπιστεῖν Θησέα. Τελευτῶν δὲ ὁ Οἰδίπους διὰ γῆρας παρεκάλεσε τὸν Θησέα, μηδενὶ τῶν Θηβαίων δεῖξαι τὸν τάφον. Ἐθελῆσαι γὰρ αὐτὸν καὶ νεκρὸν αἰκίσασθαι. Ἡ ἱστορία παρὰ Ἀνδροτίωνι.

---

ANDROTIO, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1125.tlg003.local002/.
