# Fragmenta 32-35

Androtio, Fragmenta, 32 to 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/androtio/fragmenta/32

Αὐτόθι (ἐν Κολωνῷ) φασὶ Ποσειδῶνα πρῶτον ἵππους ζεῦξαι καὶ χαλινῶσαι. ... Ὁ γὰρ Κλωνὸς ἱππεὺς ὠνομάσθη παρ ̓ ἃς ἐξεθέμην αἰτίας κατὰ Ἀνδροτίωνα. Παρ ̓ ὅσον ὁ Κολωνὸς ἱππεὺς ἐλέγετο καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ αὐτόθι ἵππιοι. Καταστήσασθαι δὲ συνέδριον ἐνταῦθα Ἑλλήνων οἱ μὲν Ἀμφικτύονα τὸν Δευκαλίωνος νομίζουσι, καὶ ἀπὸ τούτου τοῖς συνελθοῦσιν ἐπίκλησιν Ἀμφικτύονας γενέσθαι. Ἀνδροτίων δὲ ἐν τῇ Ἀτθίδι ἔφη συγγραφῇ, ὡς τοεξαρχῆς ἀφίκοντο ἐς Δελφοὺς παρὰ τῶν προσοικούντων συνεδρεύσοντες· καὶ ὀνομασθῆναι μὲν Ἀμφικτίονας τοὺς συνελθόντας, ἐκνικῆσαι δὲ ἀνὰ χρόνον τὸ νῦν σφισιν ὄνομα. Ἀνδροτίων μὲν οὖν γράφει, οὐ τὸν Εὔμολπον εὑρεῖν [τὴν] μύησιν, ἀλλ ̓ ἀπὸ τούτου Εὔμολπον πέμπτον γεγονότα. Εὐμόλπου γὰρ γενέσθαι Κήρυκα, τοῦ δὲ Εὔμολπον, τοῦ δὲ Μουσαῖον τὸν ποιητὴν, τοῦ δὲ Εὔμολπον, τὸν καταδείξαντα τὴν μύησιν, καὶ ἱεροφάντην γεγονότα. Τετράπολις, τῆς Ἀττικῆς ... Ἀνδροτίων δὲ τετραπόλιδός φησι διὰ τοῦ δ.

---

ANDROTIO, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1125.tlg003.local002/.
